[ ]
Kos Isl. — Asklepieion — Decree of Kamarina — 242 BC — Asylieurkunden aus Kos (1952) 21, 12 — SEG 12.379 — IGDS 117
See also:
1 | [․․․c.9․․․]ΛΟ[․․․]Α[․․․․․․․․c.21․․․․․․․․․ τῶγ Κα]- |
μαριναίων τοῖς Κώιοις [․․․․․․․․․c.22․․․․․․․․․] | |
συνοικιξάντεσσι, καθὰ εΙ̣[․․․․․․․c.19․․․․․․․․] | |
δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὁμο[νοίαι καὶ σωτηρί]- | |
5 | αι τοῦ δάμου τῶγ Καμαριναίων καὶ τῶ[γ Κώιων· τὸ] |
ἱερὸν ἄσυλον εἶμεν τοῦ Ἀσκλαπιοῦ, χωράξα[ι δὲ τάν] | |
τε ἀσυλίαν καὶ τὰν θυσίαν καὶ τοὺς ἀγῶνας εἰς | |
τοὺς νόμους. vvvv βουλᾶς φερούσας ἔδοξε τᾶι ἁλ[ίαι]· | |
ἐπειδὴ οἱ Κῶιοι συνοικισταὶ ἐγένοντο τᾶς πόλιος | |
10 | ἁμῶν ὑπαρχόντων τε αὐτοῖς παρ’ ἁμεῖν τῶν μεγίστων καὶ |
ἀναγκαιοτάτων, συγγενείας τε καὶ οἰκειότατος καὶ ἰσοπο- | |
λειτείας, ἀποστείλαντες ἀρχιθέωρον Ἐπιδαύριον Νικάρχο[υ], | |
θεωρὸν Σωσίστρατον Καφισίου ἐπαγγέλλοντι τὰν θυ- | |
σίαν ἃν θύοντ[ι] τῶι Ἀσκλαπιῶι καὶ τοὺς ἀγῶνας | |
15 | οὓς τίθεντι μουσικὸν καὶ γυμνικὸν κατὰ πενταετηρ[ί]- |
δα, καὶ ἀξιῶντι δεῖν κοινωνεῖν τὰν ἁμὰμ πόλιν ἐμφανί- | |
ζοντες τὰν οἰκειότατα καὶ εὔνοιαν ταῖς πολίεσσι, καλῶς | |
δὲ ἔχον ἐστὶ τάν τε ἐπαγγελίαν παρ’ αὐτῶν δέχεσθαι κα[ὶ] | |
φανερὸν ποιῆσαι αὐτοῖς διότι μνάμαν ἔχοντες δια- | |
20 | τελοῦμες τᾶς ὑπαρχούσας ποτ’ αὐτοὺς συγγενείας [ἔν] |
τε ταῖς πατρίοις θυσίαις ἃς παρελάβομες παρ’ αὐτῶν κ[αὶ] | |
ἐν ταῖς παναγυρίεσσι κατακαλοῦντες αὐτοὺς καθ[ὰ] | |
καὶ τοὺς ἄλλους οἰκιστάς, δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχα[ι] | |
καὶ ὑγιείαι καὶ σωτηρίαι καὶ ὁμονοίαι τοῦ δάμου τῶν | |
25 | Καμαριναίων καὶ τῶγ Κώιων δέξασθαι παρ’ αὐτῶν τάν |
τε θυσίαν ἃμ ποιοῦνται τῶι Ἀσκλαπιῶι καὶ τοὺς ἀγῶ- | |
νας· καλεῖν δὲ καὶ ἐπὶ ξένια τοὺς θεωροὺς τούτους τε | |
καὶ τοὺς ἀεὶ παραγινομένους πάσας τὰς ἁμέρας ἅς κα | |
ἐπιδαμέωντι. vacat |