[ ] Kos Isl. — Asklepieion — Decree of Kamarina — 242 BC — Asylieurkunden aus Kos (1952) 21, 12 — SEG 12.379 — IGDS 117
See also:
1 [․․․c.9․․․]ΛΟ[․․․]Α[․․․․․․․․c.21․․․․․․․․․ τῶγ Κα]-
μαριναίων τοῖς Κώιοις [․․․․․․․․․c.22․․․․․․․․․]
συνοικιξάντεσσι, καθὰ εΙ̣[․․․․․․․c.19․․․․․․․․]
δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὁμο[νοίαι καὶ σωτηρί]-
5 αι τοῦ δάμου τῶγ Καμαριναίων καὶ τῶ[γ Κώιων· τὸ]
ἱερὸν ἄσυλον εἶμεν τοῦ Ἀσκλαπιοῦ, χωράξα[ι δὲ τάν]
τε ἀσυλίαν καὶ τὰν θυσίαν καὶ τοὺς ἀγῶνας εἰς
τοὺς νόμους. vvvv βουλᾶς φερούσας ἔδοξε τᾶι ἁλ[ίαι]·
ἐπειδὴ οἱ Κῶιοι συνοικισταὶ ἐγένοντο τᾶς πόλιος
10 ἁμῶν ὑπαρχόντων τε αὐτοῖς παρ’ ἁμεῖν τῶν μεγίστων καὶ
ἀναγκαιοτάτων, συγγενείας τε καὶ οἰκειότατος καὶ ἰσοπο-
λειτείας, ἀποστείλαντες ἀρχιθέωρον Ἐπιδαύριον Νικάρχο[υ],
θεωρὸν Σωσίστρατον Καφισίου ἐπαγγέλλοντι τὰν θυ-
σίαν ἃν θύοντ[ι] τῶι Ἀσκλαπιῶι καὶ τοὺς ἀγῶνας
15 οὓς τίθεντι μουσικὸν καὶ γυμνικὸν κατὰ πενταετηρ[ί]-
δα, καὶ ἀξιῶντι δεῖν κοινωνεῖν τὰν ἁμὰμ πόλιν ἐμφανί-
ζοντες τὰν οἰκειότατα καὶ εὔνοιαν ταῖς πολίεσσι, καλῶς
δὲ ἔχον ἐστὶ τάν τε ἐπαγγελίαν παρ’ αὐτῶν δέχεσθαι κα[ὶ]
φανερὸν ποιῆσαι αὐτοῖς διότι μνάμαν ἔχοντες δια-
20 τελοῦμες τᾶς ὑπαρχούσας ποτ’ αὐτοὺς συγγενείας [ἔν]
τε ταῖς πατρίοις θυσίαις ἃς παρελάβομες παρ’ αὐτῶν κ[αὶ]
ἐν ταῖς παναγυρίεσσι κατακαλοῦντες αὐτοὺς καθ[ὰ]
καὶ τοὺς ἄλλους οἰκιστάς, δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχα[ι]
καὶ ὑγιείαι καὶ σωτηρίαι καὶ ὁμονοίαι τοῦ δάμου τῶν
25 Καμαριναίων καὶ τῶγ Κώιων δέξασθαι παρ’ αὐτῶν τάν
τε θυσίαν ἃμ ποιοῦνται τῶι Ἀσκλαπιῶι καὶ τοὺς ἀγῶ-
νας· καλεῖν δὲ καὶ ἐπὶ ξένια τοὺς θεωροὺς τούτους τε
καὶ τοὺς ἀεὶ παραγινομένους πάσας τὰς ἁμέρας ἅς κα
ἐπιδαμέωντι.           vacat
Search Help
Contact Us