[ ]
Kos Isl. — Asklepieion — Decree of Kamarina — 242 BC — Asylieurkunden aus Kos (1952) 21, 12 — SEG 12.379 — IGDS 117
See also:
| 1 | [․․․c.9․․․]ΛΟ[․․․]Α[․․․․․․․․c.21․․․․․․․․․ τῶγ Κα]- |
| μαριναίων τοῖς Κώιοις [․․․․․․․․․c.22․․․․․․․․․] | |
| συνοικιξάντεσσι, καθὰ εΙ̣[․․․․․․․c.19․․․․․․․․] | |
| δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχαι καὶ ὁμο[νοίαι καὶ σωτηρί]- | |
| 5 | αι τοῦ δάμου τῶγ Καμαριναίων καὶ τῶ[γ Κώιων· τὸ] |
| ἱερὸν ἄσυλον εἶμεν τοῦ Ἀσκλαπιοῦ, χωράξα[ι δὲ τάν] | |
| τε ἀσυλίαν καὶ τὰν θυσίαν καὶ τοὺς ἀγῶνας εἰς | |
| τοὺς νόμους. vvvv βουλᾶς φερούσας ἔδοξε τᾶι ἁλ[ίαι]· | |
| ἐπειδὴ οἱ Κῶιοι συνοικισταὶ ἐγένοντο τᾶς πόλιος | |
| 10 | ἁμῶν ὑπαρχόντων τε αὐτοῖς παρ’ ἁμεῖν τῶν μεγίστων καὶ |
| ἀναγκαιοτάτων, συγγενείας τε καὶ οἰκειότατος καὶ ἰσοπο- | |
| λειτείας, ἀποστείλαντες ἀρχιθέωρον Ἐπιδαύριον Νικάρχο[υ], | |
| θεωρὸν Σωσίστρατον Καφισίου ἐπαγγέλλοντι τὰν θυ- | |
| σίαν ἃν θύοντ[ι] τῶι Ἀσκλαπιῶι καὶ τοὺς ἀγῶνας | |
| 15 | οὓς τίθεντι μουσικὸν καὶ γυμνικὸν κατὰ πενταετηρ[ί]- |
| δα, καὶ ἀξιῶντι δεῖν κοινωνεῖν τὰν ἁμὰμ πόλιν ἐμφανί- | |
| ζοντες τὰν οἰκειότατα καὶ εὔνοιαν ταῖς πολίεσσι, καλῶς | |
| δὲ ἔχον ἐστὶ τάν τε ἐπαγγελίαν παρ’ αὐτῶν δέχεσθαι κα[ὶ] | |
| φανερὸν ποιῆσαι αὐτοῖς διότι μνάμαν ἔχοντες δια- | |
| 20 | τελοῦμες τᾶς ὑπαρχούσας ποτ’ αὐτοὺς συγγενείας [ἔν] |
| τε ταῖς πατρίοις θυσίαις ἃς παρελάβομες παρ’ αὐτῶν κ[αὶ] | |
| ἐν ταῖς παναγυρίεσσι κατακαλοῦντες αὐτοὺς καθ[ὰ] | |
| καὶ τοὺς ἄλλους οἰκιστάς, δεδόχθαι ἐπ’ ἀγαθᾶι τύχα[ι] | |
| καὶ ὑγιείαι καὶ σωτηρίαι καὶ ὁμονοίαι τοῦ δάμου τῶν | |
| 25 | Καμαριναίων καὶ τῶγ Κώιων δέξασθαι παρ’ αὐτῶν τάν |
| τε θυσίαν ἃμ ποιοῦνται τῶι Ἀσκλαπιῶι καὶ τοὺς ἀγῶ- | |
| νας· καλεῖν δὲ καὶ ἐπὶ ξένια τοὺς θεωροὺς τούτους τε | |
| καὶ τοὺς ἀεὶ παραγινομένους πάσας τὰς ἁμέρας ἅς κα | |
| ἐπιδαμέωντι. vacat |