[ ]
Kos Isl. — Asklepieion — Decree of Gonnoi — 242 BC — Asylieurkunden aus Kos (1952) 13, 5A — SEG 12.372, A, ll. 1-17 — Chiron 33 (2003) 229, 14 (join, new frg.)
See also:
[Γοννέων]· | |
1 | ἔδοξεν [— — — — — — — — — —· παραγενομένων παρὰ] |
τῆς πόλεω[ς τῆς Κώιων ἀρχιθεώρου μὲν Ἀριστολόχου] | |
Ζμένδρωνος κ[αὶ θεωροῦ Μακαρέως Ἀράτου καὶ] ἐ̣μφαν[ι]- | |
ζόντων τήν τε [φιλίαν καὶ τὴν συγγέν]ειαν τὴν ὑπάρ- | |
5 | χουσαν ταῖς πόλεσ[ιν ἐξ ἀρχῆς αὐταῖς] πρὸς αὐτὰς καὶ |
τῶι ἄλλωι ἔθνει τ[ῶι Θεσσαλῶ]ν καὶ τό τε ἱερὸν οἰομέ- | |
νων δεῖν ἄσυλον ἀ[ποδέξ]ασθαι καὶ τὴν θυσίαν καὶ | |
τὴν πανήγυριν καὶ [τ]ὸν ἀγῶνα, ὣς συντελοῦσιν τῶι | |
Ἀσκληπιῶι, δέξασ[θ]αι, δεδόχθαι τῆι πόλει τῆι Γοννέ- | |
10 | ων· τήν τε φιλίαν καὶ συμμαχίαν ὑπάρχειν πᾶσι Περραιβοῖς |
πρὸς τὴν Κώιων πόλιν καθάπερ καὶ ἐξ ἀρχῆς ὑπῆρχεν, | |
καὶ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι | |
καθάπερ ἠξίουν διά τε τὴν πρὸς τὸν θεὸν εὐσέβειαν | |
καὶ τὴν συγγένειαν τὴν πρὸς Κώιους, καὶ τοὺς ταμί- | |
15 | ας δοῦν[α]ι καθάπερ καὶ τοῖς λοιποῖς τοῖς τοὺς ἀγῶνας |
τοὺς στ[ε]φανίτας ἐπαγγέλλουσιν τὸ διάταγμα τὸ | |
ἐκ τοῦ νόμου ξένιον δραχμὰς εἴκοσι. vacat |