[ ] Kos Isl. — Asklepieion — Decree of Megara — 242 BC — Asylieurkunden aus Kos (1952) 13, 5B — SEG 12.372, B, ll. 13-23 — Chiron 33 (2003) 229, 14 (join, new frg.)
See also:
1                              Μεγαρέ̣ων·
[ἐπὶ στρ]αταγῶν· ἐπειδὴ παραγεγ[έ]νηνται παρὰ τᾶς πόλιος τᾶ̣[ς]
  Κώιων ἀρχιθέωρος Ἀριστόλοχ[ο]ς καὶ θεωροὶ Ἡράκλειτος,  Μ̣α-
  καρεύς, ἐπαγγέλλοντες τὰ Ἀσκλαπίεια θυσίαν τε καὶ
5   μουσικὸν ἀγῶνα καὶ γυμνικὸν καὶ ἐκεχειρίαν καὶ τὸ ἱερὸν ἄ-
  συλον εἶμεν, ἐμφανίζοντι δὲ [κ]αὶ τὰ̣ν φιλίαν καὶ εὔνοιαν, ἃν ἔχου-
  σα διατελεῖ ἁ πόλις ἁ τῶν Κ[ώ]ιων ποτὶ τὸν δᾶμον τὸν Με-
  γαρέων διὰ τὰν προϋπάρχουσ[αν] ο̣ἰ̣κειότατα, ἀγαθᾶι τύχαι,
  δεδόχθαι τῶι δάμωι· δέχεσθ[αι τὰ]ν θυσίαν καὶ τὰν ἐκεχιρ[ί]-
10   αν καὶ τὸ ἱερὸν ἄσυλον εἶμεν κα̣[θὰ ἐπα]γ̣γέλλοντι π[α]ρὰ τῶ[ν]
  Κώιων· ἀποστέλλεν δὲ καὶ θε[ωρὸν εἰς τὰν πανάγυριν καὶ τὰν θυ]-
  σίαν καὶ τὸν ἀγῶνα τοῦ Ἀσκλαπι[οῦ — — — — — — — — — —]
  Ἀριστοκλῆ· εἰς τὰ ἐ[κ]έ̣χειρα το[— — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us