[ ] Kos Isl. — Asklepieion — Decree of Gonnoi — 242 BC — Asylieurkunden aus Kos (1952) 13, 5A — SEG 12.372, A, ll. 1-17 — Chiron 33 (2003) 229, 14 (join, new frg.)
See also:
                                          [Γοννέων]·
1 ἔδοξεν [— — — — — — — — — —· παραγενομένων παρὰ]
  τῆς πόλεω[ς τῆς Κώιων ἀρχιθεώρου μὲν Ἀριστολόχου]
  Ζμένδρωνος κ[αὶ θεωροῦ Μακαρέως Ἀράτου καὶ] ἐ̣μφαν[ι]-
  ζόντων τήν τε [φιλίαν καὶ τὴν συγγέν]ειαν τὴν ὑπάρ-
5   χουσαν ταῖς πόλεσ[ιν ἐξ ἀρχῆς αὐταῖς] πρὸς αὐτὰς καὶ
  τῶι ἄλλωι ἔθνει τ[ῶι Θεσσαλῶ]ν καὶ τό τε ἱερὸν οἰομέ-
  νων δεῖν ἄσυλον ἀ[ποδέξ]ασθαι καὶ τὴν θυσίαν καὶ
  τὴν πανήγυριν καὶ [τ]ὸν ἀγῶνα, ὣς συντελοῦσιν τῶι
  Ἀσκληπιῶι, δέξασ[θ]αι, δεδόχθαι τῆι πόλει τῆι Γοννέ-
10   ων· τήν τε φιλίαν καὶ συμμαχίαν ὑπάρχειν πᾶσι Περραιβοῖς
  πρὸς τὴν Κώιων πόλιν καθάπερ καὶ ἐξ ἀρχῆς ὑπῆρχεν,
  καὶ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι
  καθάπερ ἠξίουν διά τε τὴν πρὸς τὸν θεὸν εὐσέβειαν
  καὶ τὴν συγγένειαν τὴν πρὸς Κώιους, καὶ τοὺς ταμί-
15   ας δοῦν[α]ι καθάπερ καὶ τοῖς λοιποῖς τοῖς τοὺς ἀγῶνας
  τοὺς στ[ε]φανίτας ἐπαγγέλλουσιν τὸ διάταγμα τὸ
  ἐκ τοῦ νόμου ξένιον δραχμὰς εἴκοσι. vacat
Search Help
Contact Us