[ ]
Kos Isl. — Asklepieion — Decree of Thebai Phthiot. — 242 BC — Asylieurkunden aus Kos (1952) 13, 5B — SEG 12.372, B, ll. 1-12 — Chiron 33 (2003) 229, 14 (join, new frg.)
See also:
[Θηβαίων τῶν Ἀχαιῶν]· | |
1 | [ἔδοξεν — — — — — — — — — — — — — —· παραγενομένων] |
[παρὰ τῆς πόλεως τῆς Κώιων θεωρῶν Ἀριστολ]όχου Ζμ[έν]- | |
[δρωνος, Μακαρέως Ἀράτου, Ἡρακλείτου] Τιμαίθου ἐπαγ- | |
γ̣ε̣[λλόντων τὴν θυσίαν τῶι Ἀσκληπιῶι κ]αὶ τοὺς ἀγῶνας καὶ̣ | |
5 | τὴν παν[ήγυριν καὶ ἀξιούντων δέχεσθαι] καὶ τὴν ἀσυλίαν τοῦ ἱε- |
ροῦ, ἀγαθῆι [τύχηι, δεδόχθαι τῆι] πόλει Θηβαίων τῶν Ἀ- | |
χαιῶν· ἐπαινέ[σαι μὲν τὴν πόλ]ιν τὴν Κώιων καὶ δέξασ- | |
θαι καθάπερ ἐπαγγέλλ̣[ουσιν]· περὶ δὲ τῶν θεωρῶν τῶν | |
ἀποσταλησομένων εἰς τὴ[ν] θυσίαν τοὺς συνθύσον- | |
10 | τας ἀνενενκεῖν τοὺς ἄρχ[ο]ντας εἰς τὴν ἔννομον |
[ἐκ]λ[η]σίαν περὶ τούτων· δοῦναι δὲ αὐτοῖς τὸ θεωρικὸν̣ | |
[τ]ὸ ἐκ τοῦ νόμου· καλέσαι δὲ καὶ ἐπὶ ξένια τοὺς θεωροὺς | |
εἰς τὸ ἀρχεῖον. vacat |