[ ]
Kos Isl. — Asklepieion — Letter of Spartocid king? — 242 BC — Asylieurkunden aus Kos (1952) 8, 3 — SEG 12.370; cf. 35.911
See also:
| 1 | η/̣[— — — — — — — — — — — — — — — — —] |
| τω[— — — — — — — — — — — — — — — — —] | |
| δημ[— — — — — — — — — — — — — — — — —] | |
| προσδ[— — — — — — — — — — — — — — — —] | |
| 5 | τι ἐν ἡμ[— — — — — — — — — — — — — — —] |
| ․αντων[— — — — — — — — — — — — — — —] | |
| ․ε ἀκολούθ[ως αἷς εἶχον ἐντολαῖς τὴν ἐπαγ]- | |
| γελίαν ἐποιή[σαντο τῆς τε θυσίας καὶ τῶν ἀγώ]- | |
| νων τῆι διδασ[καλίαι χρώμενοι οὕτω καλῶς ὥστε] | |
| 10 | θαυμάζειν ἐπῄει [ἡμ〚ε〛ῖν {²⁶ἡμῖν}²⁶ — — — — — —] |
| ἀφ’ οὗ τῆς βασιλεία[ς — — — — — — — — — — —] | |
| ․ίαν περὶ τούτων ὕσ[— — — — — — — — — — —σ]- | |
| θε τηλικούτων καὶ το[ιούτων φιλανθρώπων προ]- | |
| ϋπαρχόντων ἡμ〚ε〛ῖν {²⁶ἡμῖν}²⁶ πρὸς [ὑμᾶς· ὄντων δέ τινων νῦν] | |
| 15 | τούτοις ἐμποδίων, εἰ κα[ὶ οἱ θεωροὶ τοῦτο ἡμ〚ε〛ῖν {²⁶ἡμῖν}²⁶] |
| μέμψασ〚α〛θαι {²⁶μέμψασθαι}²⁶ ἐφάνη〚․〛ν {²⁶ἐφάνην}²⁶, πα[ρακαλοῦμεν ὅμως ὑμᾶς] | |
| τοῖς καιροῖς ἴσως ἐπακ[ολ]ουθή[σαντας κρῖναι ἡ]- | |
| μ〚ε〛ῖν {²⁶ἡμῖν}²⁶ v συγγνώμην ἑκτέον, ὅταν [— — — — —]- | |
| κότες μὴ δυνώμεθα τὰς τούτω[ν τῶν ἀγώνων συντελείας] | |
| 20 | θεωρεῖν· v ἐγὼ δὲ καὶ ἡ ἀδελφ[ή] μ[ου — — —] |
| καὶ οἱ ἡμέτεροι πολῖται τήν τε παρ’ [ὑμῶν ἐπαγγε]- | |
| <λ>ίαν γινομένην τῶι θεῶι καὶ τὴν ἀ[συλία]ν δεχ[ό]- | |
| μεθα καὶ τὴν συγγένειαν οὖσαν ἀλ[η]θινὴν καὶ [ὑ]- | |
| μῶν τε ἀξίαν καὶ ἡμῶν ἡδέως προσ[δε]δέγμεθα, | |
| 25 | μαρτυρίας μεγίστης τῆς παρὰ το[ῦ ἡμ]ετέρου |
| πατρὸς προσγεγενημένης ἣν ἀπ[οπεφήν(?)]ατε | |
| αὐτοῦ ἐκείνου ποιησαμένου· v εἰ [δὲ καὶ τῶν λοιπῶν] | |
| τινες Ἑλλήνων ἀρχὴν φιλί[ας ποιούμενοι ταύτ]ην | |
| πρῶτον προσηγόρευον ἡμ[ᾶς συγγενεῖς, εὐ]λόγως | |
| 30 | ἂν προσελαμβάνομεν τ[ούτους, τοιαύτη]ς φιλαν- |
| θρωπίας ἡμ〚ε〛ῖν {²⁶ἡμῖν}²⁶ προϋπαρχ[ούσης πρό]ς γε τοὺς το[ι]- | |
| αύτην συγγένειαν καὶ [τη]λικ[αύτην ἀ]ναγκαιότητα | |
| ἀναμιμνήσκον[τα]ς κα[ὶ] ταύτ[ην δι]αφυλάττειν προ- | |
| αιρουμένους π[ολ]λαπλασίως· κ[αὶ νῦν] τὴν εὔνοιαν ἀπ[ο]- | |
| 35 | δεδέγμεθα [κα]ὶ τὰ μετ[ὰ] ταῦτα [π]ε[ι]ρασόμεθα δια- |
| [τ]ηροῦντε[ς τὰ ἐ]κ [π]αλαιῶν μὲν χρ[ό]ν[ω]ν συνεστη- | |
| [κότ]α, v ν[ῦν δὲ καλ]ῶς καὶ προσηκόντω[ς ε]ἰς τὴμ βελ- | |
| [τίστην ἀνανέ]ωσιν ἠγμένα ὑφ’ ὑμ[ῶν], εὖνοι φίλο[ι], | |
| [φιλάνθρωπα τῶι] δήμωι ὑπάρχε[ιν καὶ ὑπ]ακούοντε[ς] | |
| 40 | [τὰ ἀξιούμενα ἀεὶ χ]αρίζεσθαι εἰ[ς δύναμιν]. v ἔρρωσθ[ε]. |