[ ]
Nub. — Pachoras--Phthouris (Faras) — 802 AD
| A.1 | ☩ νεύσει (καὶ) βουλήσει θ(εο)ῦ παντοκράτορος τοῦ τὴν ἐξου- |
| σίαν ἔχοντος ζωῆς (καὶ) θανάτου ἀπεδήμησεν ἐνταῦ- | |
| θα πρὸς τὸ βῆμα τοῦ κτίσαντος αὐτὸν (καὶ) ἐκοιμήθη ὁ παμ- | |
| μακαρ(ί)ος ὁ ἐν ἁγίο(ι)ς (καὶ) καθοσιώμενος ἐπίσκ(οπος) Ἰ#⁸⁰γνάτιος | |
| 5 | ἐν μενὶ Τῦβι κηʹ ἡμέρᾳ κ(υριακῇ) ἔτους κοσμοποίας ϛβφδʹ, |
| ἔτ(ο)υς Διοκλητ(ιανοῦ) φιηʹ, ἰνδ(ικτιῶνος) ιʹ, ἐπαιρεώσας τὴν ἑαυ- | |
| τοῦ ἀρχι#⁸⁰ερατικὴ(ν) τάξιν ἐνκαλῶς (καὶ) θεαρέστ(ως), λιτουργήσας | |
| λατρείαις ἱεροπρεπῶς (καὶ) θακοπρεπῶς (καὶ) καλὴν | |
| ἀνάπαυλαν ἔσχεν ζήσας ἀπὸ γεννήσεως αὐτ(ο)ῦ ἕως | |
| 10 | τελευτ(ῆς) ἔτη οηʹ, ἐν μὲν τοῖς ἀγῶσιν τῆς μοναδικῆς βίου νηʹ, |
| ἐν δὲ τῇ τάξει τῆς ἀρχι#⁸⁰εροσύνης λϛʹ ∶ {²abréviations indéchiffrées.}² | |
| B.1 | ☩ δέσποτα οὐ(ρα)νοῦ (καὶ) γῆς ὁ θ(εὸ)ς τῶν πν(ευμ)άτω(ν) (καὶ) πάσης |
| σαρκὸς ὁ κ(ύριο)ς τῶ(ν) κυριευόντω(ν), ὁ θ(εὸ)ς πάσης παρακλήσεως, ὁ τὸν θάνατον καταργήσας (καὶ) τὸν | |
| διάβολον καταπατήσας (καὶ) ζωήν χαρισάμενος τῷ γένε(ι) τῶν ἀν(θρώπ)ων, ὁ θ(εὸ)ς | |
| τῶ(ν) πατέρω(ν), ἡ ἀνάπαυσις τῶ(ν) θλιβομένων, ἀνάπαυσον τὴν ψυχὴν αὐτοῦ ἐν τόπῳ φωτίνῳ ἀμήν. |