[ ]
Eg. — Thebes [W.]: Colossus of Memnon — after 134 AD — cf. SEG 20.690
| 1 | Καικιλία Τρεβοῦλλα |
| ἔγραψα ἀκούσασα τοῦδε Μέμνονος. | |
| ἔθραυσε Καμβύσης με τόνδε τὸν λίθον, | |
| βασιλέος ἑῴου εἰκόνα ἐκμεμαγμένον. | |
| 5 | φωνὴ δ’ ὀδυρμὸς ἦν πάλαι μοι, Μέμνονος |
| τὰ πάθη γοῶσα, ἣν ἀφεῖλε Καμβύσης. | |
| ἄναρθρα δ[ὴ] νῦν καὶ ἀσαφῆ τὰ φθέγγματα | |
| ὀλοφύρομ[α]ι, τῆς πρόσθε λείψανον τύχης. |