[ ]
Eg. — Thebes [W.]: Colossus of Memnon
| 1 | τούτοις τοῖς ἐλέγοις Πετρωνιανός σε γεραίρω, |
| αὐδήεντι θεῶι μουσικὰ δῶρα διδούς, | |
| πατρόθεν οὔνομ’ ἔχων Αὐρήλιος, Ἰταλὸς ἀνήρ. | |
| ἀλλὰ σύ μοι ζώειν δηρόν, ἄναξ, χάρισαι. | |
| 5 | πολλοὶ ἅμα σ̣τείχουσι δα<ή>μεναι, ἦ ῥ’ ἔτι Μέμνων |
| τοῦ λοιποῦ γῆρυν σώματος ἔντος ἔχει. | |
| αὐτὰρ ὅ γε στέρνων κεφαλῆς τε ἄτερ ἥμενος αὐδᾷ, | |
| ὕβριν Καμβύσεω μητέρι μεμφόμενος. | |
| εὖτ’ ἂν δ ἠέλιος φαέθων ἀκτεῖνας ἀνίσχ̣ῃ | |
| 10 | ἦμαρ σημαίνει τοῖς παρεοῦσι βροτοῖς. |