[ ] Eg. — Leontopolis [Hel.] (Tell el-Yahūdīya) — 5? BC — Inscr.métr.196,42; SB 3.6647 — SEG 1.570
1 Ἀρσινόης τάφος οὗτος,
ὁδοίπορε· κλαῦσον ἐπιστά-
ς | τὴν κατὰ πάντα ἀτυχῆν, δ-
ύσμορον, αἰνόμορον. | ὀρφανικὴ λεί-
5 φθην γὰρ ἐγὼ{ι} μεικρά περ ἐοῦσα |
μη{ι}τρός {²⁶μητρός}²⁶· ἐπεὶ δὲ μ’ ἀκμῆς ἄνθος ἐν-
υμφοκόμει, | ἔζευξέν με Φαβεῖτι πα-
τήρ, ὠδεῖνι δὲ Μοῖρα | πρωτοτόκου
με τέκνου πρὸς τέλος ἦγε βίου. | καὶ
10 μεικρὸν μὲν ἐγώ{ι} τ’ ἔλαχον κύκ-
λον, ἀλλὰ χάρις μοι | πλείστη{ι} ἐπέν-
θηισεν καλλοσύνη{ι} πραπίδων. | κα-
ὶ τάφος ἐν κόλποις κρύπτει τὸ
ἐμὸν δέμας οὗτος | ἁγνοτρα-
15 φές, ψυχὴ δ’ εἰς ὁσίους ἔπετε. |
Ἀρσινόης ἐπικήδειος,
(ἔτους) κεʹ, Μεχεὶρ βʹ.
Search Help
Contact Us