[ ] Eg. — Leontopolis [Hel.] (Tell el-Yahūdīya) — 20? BC — Inscr.métr.206,45; SB 3.6646 — SEG 1.569
1 Ὡραίας τάφος οὗτος ὁδοίπορε· δά-
κρυα λε[ῖβ]ε̣· | [․․․]․λάου̣ [θυ]γ̣άτηρ, ἡ κα-
τὰ πάντ[α ἀτυ]χ̣ή̣ς, | τρεῖ[ς δεκ]ά̣δας
πλήσασ’ ἐτ[έων· τ]ρεῖς ὧδ[ε π]άρεσμεν, |
5 ὁ ἀνὴρ καὶ [ἡ θυγά]τηρ καὶ ἣμ̣ [π]επύρωκαν
ἐγώ. | ․[— — — — — —] ἐστὶν γʹ {²⁶τρίτῃ}²⁶,
εἶτα δ[ὲ πέμπ]τῃ | Εἰρήνη θυγάτηρ,
ᾗ γάμος οὐκ ἐδόθη· | κ̣ἀγὼ δὴ ἡ ἄκληρος,
ἀνεύφραντος μετὰ τούτοις | ἑβδόμῃ
10 τοῦ Χοίαχ ὧδ’ ἐτέθην ὑπὸ γ̣ῆν. | ἀλλ’ ἀπέ-
χεις, ὦ ξεῖνε, σαφῶς τὰ ἅπαντα παρ’ ἡ-
μῶν· | ἀγγέλλειν πᾶσιν τοῦ θανάτου
τὸ τάχος. | (ἔτους) ιʹ , Χοίαχ ζʹ.
Search Help
Contact Us