[ ]
Eg. — Philai Isl. — 116 BC
1 | (ἔτους) νδʹ, Παυνὶ κ̣βʹ. |
βασιλεῖ Πτολεμαίωι καὶ | |
βασιλίσσηι Κλεοπάτραι τῆι | |
ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτρα̣[ι] | |
5 | τῆι γυναικὶ, θεοῖς Εὐεργέταις, καὶ τοῖς̣ |
τούτων τέκνοις Ἴσιδι, Σαράπιδι, Ὥρωι | |
καὶ τοῖς ἐν τῶι Ἀβάτωι θεοῖς ὑ̣πὲρ Ἀθηνα[ίου] | |
[τ]ο[ῦ συ]γγ̣ενοῦς [κ]αὶ σ̣[τρ]ατ̣ηγοῦ [τοῦ π]ερὶ | |
Ἐλε[φ]αντίνην Νέστω[ρ] Μελανίππ̣[ου] Φ̣ασηλίτης | |
10 | τῶν ἀρχισωματοφυλάκ̣ων ὁ καθεσταμένος |
ὑπ’ αὐτοῦ πρὸς τῆι φρουρ[α]ρχίαι Συήνης καὶ | |
Ἐλεφαντίνης καὶ Φιλῶ[ν] καὶ γερροφυλακίαι | |
καὶ πρὸς τῆι στρατηγί[α]ι τοῦ αὐτοῦ νομοῦ. |