[ ]
Eg. — Terenouthis (Kōm Abu Bellou) — 2nd/1st c. BC — SB 1.5829 — Hermes 66 (1931) 317, 2 — Hermes 67 (1932) 130, 1
See also:
1 | ὁ πρὶν ἐγὼ κατὰ δῆριν ἐν[όπ]λιον ὄρχαμος ἀνδρῶν |
φῦλα δαϊξάνδρωι χειρὶ τροπωσάμενος, | |
ἀσκηθὴς ἐν νευσὶ καὶ ἀστυφέλικτος ἐπ’ αἴηι, | |
πείθ[ων α]ἱμοχαρῆι κ̣ῶ̣[μ]ον Ἐνυαλίου, | |
5 | Ἀσίδο[ς] ἐν γυάλ̣[ο]ις ἦ[μο]ς̣ [λ]ῃστῆρας ἀλαλκὼν |
σκῦλα δοριδμήιτ[ων ἔ]πρα̣θον ἐνδαπίων, | |
στείχων Αἰγύπτ̣ο̣[υ] κλ̣εινὴν σ̣ταχυμήτορα τύρσιν, | |
κοιρανίδαις ζαμ̣ενῆ π̣ίσ̣τ̣ιν̣ ἐ̣ν̣ε̣γκάμενος· | |
νῦν δὲ καθ’ ὀγδο[ά]δη[ς δ]εκ[άδος] στείχοντα κέλευθον | |
10 | Ἅ̣δας ὀρφ<ν>αίο<ι>ς ἐγγ̣[υ]ά̣λιξε μυ<χ>ο<ῖ>ς, |
τέκνων οὐ κατ̣[ιδόντ’] α̣[ἰνὸν] μόρον, ἀλλὰ κ[αὶ] π̣αίδων | |
παῖδας ἐφ’ ὑστατίωι τέρματι γηροκόμους. | |
πάτρη γάρ μ’ ἐλόχευσεν Ἀπάμεα, γαῖα δ’ ἔθρεψεν | |
Αἰγύπτου θνατο<ῖ>ς πᾶσι γεγῶτα φίλον, | |
15 | Διάζελμιν, βασιλεῦσι τετειμένον· ὦ παροδῖτα, |
"χαῖρε", λέγοις, "κούφηι δ’ ἀμφιπέλοιτο κόνις". |