[ ] Eg. — Hermoupolis Magna (El Ashmūnein) — 3rd c. AD — RA (1960.1) 77, I
1 Μᾶρκος Αὐρήλιος Ἀμμώνιο[ς] νε[ωκόρ]ος
τοῦ μεγάλου Σαράπιδ[ος ․․․․c.12․․․․]ης
ξυστάρχης γενόμενο[ς ἀρχιδ]ικαστὴς
τῆς λαμπροτάτης πόλεως [τῶν Ἀλ]εξανδρέων
5 ὁρκίζω σέ, ἄνθρωπε, τοη̣․․․εα̣․․․α̣τ̣α
θεοὺς καὶ θεὰς καὶ δαίμωνα[ς ․․․․]ις τοὺς
τὸν χῶρον κατέχοντας μήτ[ε γ]ράμμα
ἀφανίσαι τῶν ἐνγεγραμμένων μήτε λ̣<ί>θ̣ον
ἀφελεῖν· τὰ γὰρ ἔνδον σώματά ἐστιν π[α]τρός
10 μου καὶ μητρὸς καὶ ἀδελφοῦ καὶ ἀδελφῆς
καὶ ἀδελφιδῆς καὶ μάμμης καὶ φίλου πολ-
λά μοι συναποδημήσαντος καὶ καμόντος
παρὰ τὸν καιρὸν τῆς ἀθλήσεως. ταῦτα σοῦ
δέομαι· οὕτως τυχεῖν γένοιτο τῶν
15 ἐν βίῳ ἀγαθῶν εὐορκοῦντι, παρακούον-
τι δὲ τὰ ἐναντία.
Search Help
Contact Us