[ ]
Eg. — Hermoupolis Magna (El Ashmūnein) — 3rd c. AD — RA (1960.1) 77, I
1 | Μᾶρκος Αὐρήλιος Ἀμμώνιο[ς] νε[ωκόρ]ος |
τοῦ μεγάλου Σαράπιδ[ος ․․․․c.12․․․․]ης | |
ξυστάρχης γενόμενο[ς ἀρχιδ]ικαστὴς | |
τῆς λαμπροτάτης πόλεως [τῶν Ἀλ]εξανδρέων | |
5 | ὁρκίζω σέ, ἄνθρωπε, τοη̣․․․εα̣․․․α̣τ̣α |
θεοὺς καὶ θεὰς καὶ δαίμωνα[ς ․․․․]ις τοὺς | |
τὸν χῶρον κατέχοντας μήτ[ε γ]ράμμα | |
ἀφανίσαι τῶν ἐνγεγραμμένων μήτε λ̣<ί>θ̣ον | |
ἀφελεῖν· τὰ γὰρ ἔνδον σώματά ἐστιν π[α]τρός | |
10 | μου καὶ μητρὸς καὶ ἀδελφοῦ καὶ ἀδελφῆς |
καὶ ἀδελφιδῆς καὶ μάμμης καὶ φίλου πολ- | |
λά μοι συναποδημήσαντος καὶ καμόντος | |
παρὰ τὸν καιρὸν τῆς ἀθλήσεως. ταῦτα σοῦ | |
δέομαι· οὕτως τυχεῖν γένοιτο τῶν | |
15 | ἐν βίῳ ἀγαθῶν εὐορκοῦντι, παρακούον- |
τι δὲ τὰ ἐναντία. |