[ ]
Eg. — Arsinoe--Krokodilopolis (Medinet el-Faiyūm) — 3rd c. AD — BSAAlex 21 (1925) 42-47 — SB 4.7452
See also:
1 | παρακατα{θ}τ[ί]θομαι {²⁶παρακατατίθομαι}²⁶ ὑμεῖν θεοῖς καταχθον[ίοις] καὶ θεαῖς καταχθονίαις, Πλούτωνι |
Υεσμιγαδωθ καὶ̣ Κού̣ρ̣ῃ̣ Π̣ερσεφόνῃ Εροσχιγ̣αλ κ̣α̣ὶ̣ Ἀδώνιδι τῷ καὶ Βαρβαριθα καὶ Ἑρμῇ | |
καταχθονίῳ Θοουθ καὶ Ἀνούβιδι κραταιῷ Ψηριφθα, τῷ τὰς κλεῖδας ἔχοντι τῶν καθ’ Ἅδ̣[ου], | |
καὶ δαίμοσι καταχθονίοις ἀώροις τε καὶ ἀώραις, μέλλαξί τε καὶ παρθένοις, ἐννιαυτοὺς [ἐξ ἐν]- | |
5 | νιαυτῶν, μῆνας ἐκ μηνῶν, ἡμέρας ἐξ ἡμερῶν, νύκτας ἐγ νυκτῶν, ὥρας ἐξ ὡρῶν, ὁρκ̣[ίζω] |
πάντας τοὺς δαίμονας τοὺς ἐν τῷ τόπῳ τούτῳ, συνπαράστατε τῷ δαίμονι τούτῳ. διέγι- | |
ρέ μοι σεαυτὸν νέκυς δαίμων, ὅστις ποτὲ εἶ, εἴτε ἄρσης εἴτε θήλια, καὶ ὕπαγε {ἰς} ἰς πάντα τόπον καὶ | |
εἰς πᾶν ἄμφοδον καὶ εἰς πᾶσαν οἰκίαν καὶ κατάδησον Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐς, ἐμοὶ Ποσι- | |
δωνίῳ, ὃν ἔτεκεν Θσενουβάσθις, ὅπως μὴ βεινηθῇ, μὴ πυγισθῇ, μὴ λεικάσῃ, μηδὲν πρὸς | |
10 | ἡδονὴν ποιήσῃ ἄλλῳ ἀνδρὶ εἰ μὴ ἐμοὶ μόνῳ Ποσιδωνίῳ, ἵνα μὴ δύνηται Ἡρωνοῦς μὴ |
φαγεῖν, μὴ πεῖν, μὴ στέργειν, μὴ καρτερεῖν, μὴ εὐσταθεῖν, μὴ ὕπνου τυγχάνειν ἐκτὸς ἐμοῦ | |
Ποσιδωνίου, ὅτι ὁρκίζω σε κατὰ τοῦ ὀνόματος τοῦ φοβεροῦ καὶ τρομεροῦ, οὗ ἡ γῆ ἀκούουσα | |
τὸ ὄνομα ἀνοίγεται, οὗ οἱ δαίμονες ἀκούοντες τὸ ὄνομα ἔμφοβοι τρέμουσι, οὗ οἱ ποταμοὶ καὶ | |
θάλασσαι ἀκούουσαι τὸ ὄνομα ἔμφοβοι φοβοῦνται, οὗ αἱ πέτραι ἀκούουσαι τὸ ὄνομα ῥήσσονται, ὁρκί- | |
15 | ζω σε νέκυς δαίμων, ὅστις ποτὲ εἶ, εἴτε ἄρσης εἴτε θήλια, κατὰ τοῦ βαρβαραμχελουμβρα |
βαρουχαμβρα ἀδωναίου καὶ κατὰ τοῦ αβραθαβρασαξ σεσενγενβαρφαραγγη καὶ κατὰ τοῦ | |
ιαω ιωα πακεπτωθ πακεβραωθ σαβαρβαριαωθ μαρει ἐνδόξου καὶ κατὰ τοῦ μαρμαραιωθ καὶ | |
κατὰ τοῦ μαρμαραωθ μαρμαραυωθ μαρμαραχθα αμαρζα μαρειβαιωθ, μή μου πα- | |
ρακούσῃς νέκυς δαίμων, ὅστις ποτὲ εἶ, καὶ ὕπαγε ἰς πάντα τόπον καὶ ἰς πᾶν ἄμφο- | |
20 | δον καὶ εἰς πᾶσαν οἰκίαν καὶ ἔνεγκέ μοι Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐς, καὶ κατάσχες αὐτῆς |
τὸν βροτὸν καὶ τὸν πότον, μὴ ἐάσῃς Ἡρωνοῦν ἄλλου ἀνδρὸς πεῖραν λαβεῖν εἰ μὴ ἐμοῦ | |
μόνου Ποσιδωνίου, ὃν ἔτεκεν Θσενουβάσθις, ἕλκεται Ἡρωνοῦν τῶν τριχῶν καὶ τῶν | |
σπλάγχνων αὐτῆς πρὸς ἐμὲ Ποσιδώνιον πᾶσαν ὥραν τοῦ αἰῶνος, νυκτὸς καὶ ἡμέρας, | |
μέχρι οὗ ἔλθῃ Ἡρωνοῦς πρὸς ἐμὲ Ποσιδώνιον καὶ ἀδιαχώριστόν μου αὐτὴν ποιήσῃς μέ- | |
25 | χρι θανάτου, ἵν’ ἔχω αὐτὴν Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐς, ὑποτεταγμένην ἐγὼ Πο- |
σιδώνιος, ὃν ἔτεκεν Θσενουβάσθις, ἰς τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου. ἤδη, | |
ἤδη, ταχύ, ταχύ. ἐὰν τοῦτό μοι ποιήσῃς, ἀπολύσω σε. |