[ ]
Eg. — Koptos (Qift) — 90 AD — OGIS 2.674 = IGR 1.1183 — Portes.67
1 | ἐξ ἐπιταγῆς Μ̣[ετ]τίου [Ῥού]φ[ου, ἐπάρ]- |
[χου Αἰγύπτου], ὅσα δεῖ τοὺς μισθω- | |
τὰς τοῦ ἐν Κόπτωι ὑποπείπτον- | |
τος τῆι ἀραβαρχίᾳ ἀποστολίου πράσ- | |
5 | σειν κατὰ τὸν γνώμονα̣ τῇδε τῇ |
στήληι ἐνκεχάρακται διὰ Λουκίου | |
Ἀντιστίου Ἀσιατικοῦ, ἐπάρχου | |
ὄρους Βερενείκης· | |
κυβερνήτου Ἐρυθραικοῦ δρα- | |
10 | χμὰς ὀκτώι, |
πρωρέως δραχμὰς δέκα, | |
[φυλ]άκου δραχμὰς δέκα, | |
[να]ύτου δραχμὰς πέντε, | |
[θερα]π̣εύτου ναυπηγοῦ δραχμὰς | |
15 | [πέ]ντε, χειροτέχνου δραχμὰς |
ὀκτώι, γυναικῶν πρὸς ἑταιρισ- | |
μὸν δραχμὰς ἑκατὸν ὀκτώ, | |
<γ>υναικῶν εἰσπλεουσῶν δρα- | |
χμὰς εἴκοσι, γυναικῶν στρατι- | |
20 | ωτῶν δραχμὰς εἴκοσι, |
πιττακίου καμήλων ὀβολὸν ἕνα, | |
σφραγισμοῦ πιττακίου ὀβολοὺς δύο, | |
πορείας ἐξερχομένης ἑκάστου | |
πιττακίου τοῦ ἀνδρὸς ἀναβαίνον- | |
25 | τος δραχμὴν μίαν, γυναικῶν |
πασῶν ἀνα(βαινουσῶν) δραχμὰς τέσσαρας, | |
ὄνου ὀβολοὺς δύο, ἁμάξης ἐχού- | |
σης τετράγωνον δραχμὰς τέσσαρες, | |
ἰστοῦ δραχμὰς εἴκοσι, κέρατος δρα- | |
30 | χμὰς τέσσαρες, ταφῆς ἀναφερομέ- |
νης καὶ καταφερ̣ομένης δραχμὴν μί̣- | |
αν τετρώβολον· (ἔτους) θʹ Αὐτοκράτορος | |
Καί[σαρ]ος [Δομιτιανοῦ] Σεβαστοῦ [Γερμαν(ικοῦ)], Παχὼν ιεʹ. |