[ ] Eg. — Alexandria (El Iskandariya) — 89-91 AD — SEG 18.646
I.1               θεοῖς καταχθονίοις.
II.2 Πο[μπ]ηία Μοῦσα ἀνειέρωσεν κηπόταφον Μαξί-
[μωι τῶι υἱῶι] α̣ὐ̣τῆς καὶ Μάρκωι Ἀντωνίωι Θεοφίλωι ἀνδρὶ καὶ ἀπελευθέ-
[ροις καὶ ἀπε]λευθέραις ἑαυτῶν καὶ τούτων ἐγγόνοις κοινὸν καὶ ἀδι-
5 [αίρετον καὶ] ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον ἐκ παντὸς τρό-
[που καὶ ἀκληρο]νόμητον εἰς τὸν αἰε[ὶ] χρόνον. 7
III.7 [Μανίου Μου]μμ[ε]ίου Ῥούφου καρπιστοῦ προσελθόντος Μ[ά]ρκωι
[Μ]εττίωι Ῥούφωι τῶι ἡγεμόνι διερχομένῳ καὶ ἐπι[δ]εδωκό-
τος ἀναφόρι̣[ο]ν, δι’ οὗ ἐδήλου ἀνόμως πεπραμένον εἶναι τοῦ-
10 τον τὸν κη[πό]ταφον· ὃς λαβὼν τὸ ἀναφόριον Κλαυδίῳ Γεμείνῳ
ὄντι ἰδίωι [λόγωι ἐ]πέδωκεν πρὸς ἐξέτασιν· ὃς ἀκούσας τοῦ
πράγμ[α]τ[ος ἀπέφη]νεν μεθ’ ἕτερα τὰ ὑπογεγραμμένα. 7
IV.13 Κλαύδιο[ς Γέμ]ε̣ι̣[νος]· ἐκ πάντων μὲν φαν[ε]-
ρόν ἐστιν ὅτι τὸ[ν ἀκαταχρημάτι]στον τάφον προφάσει μισθώ-
15 σεως ἐπώλησαν· [οὗτοι μὲν οὖ]ν ὅσον κακῶς εἰλ[ή]φασιν ἀπαι-
τηθήσονται, τὸ δ[ὲ μνημεῖον] μενεῖ τοῖς ἐνκ[ειμέ]ν̣οις σώ-
μασιν ἀκαταχρημά[τιστον. Δι]ονύσιος· Ενο․․․ τῶν λαβόν-
των τὰς τετρακισχε̣[ιλίας ․․․c.9․․․]μός ἐστιν ὁ αν․․․c.9․․․φος
Κλαύδιος Γέμεινος· ἐὰν τοῦτο ἀ̣[λη]θὲς ἦν, καὶ αὐτὸς [τὸ ἐ]π̣ιβάλλον
20 ἑαυτῶι μέρος ὑπεύθυνος εἶναι ὀφείλει.
                          Μάνιος Μούμ-
μειος Ῥοῦφος κληρονόμος κατα[λ]ελειμμένος ἐκ διαθήκης Πομπη-
ΐου Ἐπαφρᾶ ἐφ̣[ρ]όντισεν καὶ ἐκαρπίσατο διὰ ἐτῶν δέκα.
Search Help