[ ]
Eg. — Bousiris (Abu Sir Bana) — 22/23 AD — SEG 8.527; SB 4.7738
1 | [ἔτου]ς̣ ἐνάτου Τιβερίου Καίσαρος Σεβα[στοῦ, ․c.5․]- |
․ οἱ ἀπὸ Βουσίρεως [τ]οῦ Λητοπολίτου νο[μοῦ συνε]- | |
[λ]θόντες ὁμοθυμαδὸν τάδε ἐψηφίσαν· [ἐπειδὴ] | |
Γναῖος Πομπήϊος Σαβεῖνος ὁ στρατηγὸ[ς ἡμῶν] | |
5 | οὐ διαλίπει πρὸς τοὺς ἀπὸ τοῦ νομοῦ ἐκτε[νῶς καὶ] |
φιλανθρώπως διακείμενος, μάλιστα δὲ π̣[ροάγων] | |
[δι]ὰ παντὸς ἐπ’ εὐεργεσίαι τοὺς τὴν κώμ[ην κατοι]- | |
[κ]οῦντας, ἔν τε ταῖς δικαιοδοσίαις κατ’ ἴσον [ἀεὶ τὸ] | |
[δ]ίκαιον καθαρῶς καὶ ἀδωροδοκήτως κατὰ [τὴν τοῦ] | |
10 | [θ]ειοτάτου ἡγεμόνος Γαΐου Γαλερίου βο[ύλησιν] |
[ἀ]π[ο]νέμει, καὶ τὴν δὲ τῶν χωμάτων κατε[ργασίαν] | |
[ἐν τ]οῖς δέουσιν καιροῖς μετὰ πάσης ἐπιμε[λείας] | |
[π]οιεῖται ἀδεκάστως ἀναδεχόμενος πό[νον καὶ νυ]- | |
[κτὸς] καὶ μεθ’ ἡμέραν ἄχρι συνετέλεσεν, [ὥστε] | |
15 | [τῶν] πεδίων πάνυ λιμνασθέντων ὑπέρ[μεγαν] |
[σπ]ό[ρ]ον γεγονέναι, ἐποίησεν δὲ καὶ τοῖς [τότε] | |
[τὰ] χώματα ἐργαζομένοις πρὸς τὸ ἀδι[αβόλους] | |
[καὶ] ἀσυκοφαντήτους εἶναι παρὰ τὸ πάλ[αι σπό]- | |
[ρ]ον προεῖσθαι, ἔτι [δ]ὲ κα̣ὶ τὴν τῶν δημο[σίων διά]- | |
20 | [π]ρασιν ποιεῖται μετὰ πάσης ἐπεικείας, [ἄνευ τε βί]- |
[α]ς καὶ ἐπηρείας, ὃ [δ]ὴ μ[έ]γιστόν ἐστιν πρὸ[ς εὐδαιμο]- | |
νίαν καὶ συνμον[ὴ]ν τῶν κωμῶν, καὶ [ἃ ἡ κώμη ὤφει]- | |
λε ἄλλοις τοῖς τῆς [στρ]ατηγίας πραγμα[τικοῖς] | |
ἐπιτελῶν [τ]οὺς [γεωργοὺ]ς φυλάττει ἀνυ[πόπτους] | |
25 | καὶ ἀζημίους [ὃν τ]ρόπον ἦν προσῆκον, [τούτων] |
χάριν καὐτοὶ βουλ[όμεν]οι ἀμείβεσθαι χά[ρισιν], | |
[ἐ]κρίναμεν τιμῆσαι τὸν π[ρο]γεγραμμένον Γν[αῖον] | |
[Π]ομπήϊον Σαβεῖνον τὸν στρατηγὸν στήλη[ι λι]- | |
[θίν]ηι πε[ρ]ιεχούσηι τόδε τὸ ψήφισμα, ἣν κα[ὶ σ]- | |
30 | [τῆσ]αι ἐν τῶι τῆς κώμης ἐπισημοτάτωι τόπ[ωι], |
[ἀποδο]ῦναι δὲ αὐτῶι καὶ ἀντίγραφον [ὑπογ]εγραμμ[έ]- | |
[νον ὑπὸ ὅσω]ν πλείστων, ὃ καὶ κύριο[ν ἔ]στ[αι]. |