[ ] Eg. — Athribis (Tell Atrīb, nr. Benha) — 96 BC — OGIS 2.761
1 βασιλεὺς Πτολεμαῖος ὃς καὶ Ἀλέξανδρος.
Πτολεμαίου τοῦ συγγενοῦς καὶ διοικητοῦ προσανενέγκαντος ἡμῖν πᾶσι
μὲν τοῖς κατ’ Αἴγυπτον ἱεροῖς ἔτι ἀ̣πὸ τῶν προγόνων ἡμῶν μείζονα φιλάνθρω-
πα ἐπικεχωρῆσθαι, ἔνια δὲ τῶν ἐπισήμων καὶ ἄσυλα γεγονέναι, τὸ ἐν Ἀ-
5 θ[ρίβ]ει τοῦ Ἀρκεντεχθαὶ τὸ μὲν πρῶτον καὶ λόγιμον ἀρχ[α]ιότατόν τε καὶ ἐνδο-
ξότατον τῶν πλείστων ὑπάρχον τῶν μὲν ἄλλων τιμῶν τετευχέν{ι}αι {²⁶τετευχέναι}²⁶ λείπ̣[εσ]θ-
αι δὲ ἐν τῷ μὴ εἶναι ἄσυλον, προσ<τε>τάχαμεν ἐπιχωρῆσαι καὶ τούτῳ τῷ ἱερῶι
ἐντὸς αὐτοῦ περιβόλ<ου> τὴν ἀσυλίαν καθάπερ ἐ(στὶ) καὶ τῶι ἐν Μέμφει καὶ Βου-
σίρει καὶ ἑτέροις καὶ τῶν ἄλλων ἱερῶν· γινέσθω οὖν ἀκολούθως.
Search Help
Contact Us