[ ] Eg. — Philai Isl. — 124-116 BC — OGIS 1.137; Philae 1.19
A.1 [βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα]
[ἡ ἀδελφὴ καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ τοῖς ἱερεῦ]-
[σι τῆς ἐν τῶι Ἀβάτωι καὶ ἐν Φίλαις Ἴσιδος καὶ θεῶν]
[Ἀδελφῶν καὶ θε]ῶν Εὐεργετ[ῶν καὶ θεῶν Φιλοπατόρων]
5 [καὶ θε]ῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος [καὶ θεοῦ Φιλο]-
μήτορος καὶ θεῶν Εὐεργετῶν χαίρειν. τῆ[ς γεγραμ]-
μένης ἐπιστολῆς πρὸς Λόχον τὸν συγγενέα κ̣[αὶ]
στρατηγὸν τὸ ἀντίγραφον ὑποτετάχαμεν. ἐπιχω-
ροῦμεν δὲ ὑμῖν καὶ τὴν ἀνάθεσιν ἧς ἠξιοῦτε στήλης
10 π̣ο[ιή]σ̣α̣σθ̣α[ι]. ἔ̣ρ̣ρ[ωσθε, (ἔτους) —ʹ, Πα]ν̣ήμ̣ου βʹ, Παχὼν κβʹ.
B.11 βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεο-
πάτρα ἡ ἀδελφὴ καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ
[Λό]χωι τῶι ἀδελφῶι χαίρειν· [τῆ]ς̣ δ̣[εδο]μ̣έ̣ν̣η̣ς ἡμ̣ῖν
[ἐντεύξε]ως παρὰ τῶν ἱ[ερέων τῆς ἐν τῶι Ἀβάτ]ωι καὶ ἐ̣ν̣
15 [Φίλ]αις̣ Ἴσιδ̣ος ὑποτετ̣ά̣[χαμέν σοι τὸ] ἀντίγρα[φον]·
[κ]αλῶς οὖ̣ν̣ ποιήσης συν[τάξας, καθάπε]ρ̣ ἀξ[ιοῦσι, μηδέ]-
[ν]α ἐνοχλεῖν αὐτοὺς [— — — —c.20-25— — — —]
[— —c.10— —]. ἔρρωσο.
C.19 βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι
20 τῆι ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναι-
κί, θεοῖς Εὐεργέταις, χαίρειν οἱ ἱερεῖς τῆς ἐν τῶι Ἀβά-
τωι καὶ ἐν Φίλαις Ἴσιδος θεᾶς μεγίστης· ἐπεὶ οἱ παρεπι-
δημοῦντες εἰς τὰς Φίλας στρατηγοὶ καὶ ἐπιστάται
καὶ θηβάρχαι καὶ βασιλικοὶ γραμματεῖς καὶ ἐπιστάται φυ-
25 λακιτῶν καὶ οἱ ἄλλοι πραγ̣ματικοὶ πάντες καὶ αἱ ἀ-
κολουθοῦσαι δυνάμεις καὶ ἡ λοιπὴ ὑπηρεσία ἀναγκά-
ζουσι ἡμᾶς παρουσίας αὐτοῖς ποιεῖσθαι οὐχ ἑκόντας,
καὶ ἐκ τοῦ τοιούτου συμβαίνει ἐλαττοῦσθαι τὸ ἱερὸν καὶ
κινδυνεύειν ἡμᾶς τοῦ μὴ ἔχειν τὰ νομιζόμενα πρὸς τὰς
30 γινομένας ὑπέρ τε ὑμῶν καὶ τῶν τέκνων θυσίας
καὶ σπονδάς, δεόμεθ’ ὑμῶν θεῶν μεγίστων, ἐὰν
φαίνηται, συντάξαι Νουμηνίωι τῶι συγγενε<ῖ> καὶ ἐπιστο-
λογράφωι, γράψαι Λόχωι τῶι συγγενεῖ καὶ στρατηγῶι τῆς
Θηβαίδος μὴ παρενοχλεῖν ἡμᾶς πρὸς ταῦτα μηδ’ ἄλ-
35 λωι μηδενὶ ἐπιτρέπειν τὸ αὐτὸ ποιεῖν, καὶ ἡμῖν διδόναι
τοὺς καθήκοντας περὶ τούτων χρηματισμούς, ἐν οἷς
ἐπιχωρῆσαι ἡμῖν ἀναθεῖναι στήλην, ἐν ἧι ἀναγράψομεν
τὴν γεγονυῖαν ἡμῖν ὑφ’ ὑμῶν περὶ τούτων φιλανθρωπίαν,
ἵνα ἡ ὑμετέρα χάρις ἀείμνηστος ὑπάρχει παρ’ αὐτῆι εἰς τὸν
40 ἅπαντα χρόνον· τούτου δὲ γενομένου ἐσόμεθα καὶ ἐν
τούτοις καὶ τὸ ἱερὸν τὸ τῆς Ἴσιδος εὐεργετημένοι·
                 εὐτυχεῖτε.
Search Help
Contact Us