[ ]
Eg. — Philai Isl. — 124-116 BC — OGIS 1.137; Philae 1.19
A.1 | [βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα] |
[ἡ ἀδελφὴ καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ τοῖς ἱερεῦ]- | |
[σι τῆς ἐν τῶι Ἀβάτωι καὶ ἐν Φίλαις Ἴσιδος καὶ θεῶν] | |
[Ἀδελφῶν καὶ θε]ῶν Εὐεργετ[ῶν καὶ θεῶν Φιλοπατόρων] | |
5 | [καὶ θε]ῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος [καὶ θεοῦ Φιλο]- |
μήτορος καὶ θεῶν Εὐεργετῶν χαίρειν. τῆ[ς γεγραμ]- | |
μένης ἐπιστολῆς πρὸς Λόχον τὸν συγγενέα κ̣[αὶ] | |
στρατηγὸν τὸ ἀντίγραφον ὑποτετάχαμεν. ἐπιχω- | |
ροῦμεν δὲ ὑμῖν καὶ τὴν ἀνάθεσιν ἧς ἠξιοῦτε στήλης | |
10 | π̣ο[ιή]σ̣α̣σθ̣α[ι]. ἔ̣ρ̣ρ[ωσθε, (ἔτους) —ʹ, Πα]ν̣ήμ̣ου βʹ, Παχὼν κβʹ. |
B.11 | βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεο- |
πάτρα ἡ ἀδελφὴ καὶ βασίλισσα Κλεοπάτρα ἡ γυνὴ | |
[Λό]χωι τῶι ἀδελφῶι χαίρειν· [τῆ]ς̣ δ̣[εδο]μ̣έ̣ν̣η̣ς ἡμ̣ῖν | |
[ἐντεύξε]ως παρὰ τῶν ἱ[ερέων τῆς ἐν τῶι Ἀβάτ]ωι καὶ ἐ̣ν̣ | |
15 | [Φίλ]αις̣ Ἴσιδ̣ος ὑποτετ̣ά̣[χαμέν σοι τὸ] ἀντίγρα[φον]· |
[κ]αλῶς οὖ̣ν̣ ποιήσης συν[τάξας, καθάπε]ρ̣ ἀξ[ιοῦσι, μηδέ]- | |
[ν]α ἐνοχλεῖν αὐτοὺς [— — — —c.20-25— — — —] | |
[— —c.10— —]. ἔρρωσο. | |
C.19 | βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι |
20 | τῆι ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναι- |
κί, θεοῖς Εὐεργέταις, χαίρειν οἱ ἱερεῖς τῆς ἐν τῶι Ἀβά- | |
τωι καὶ ἐν Φίλαις Ἴσιδος θεᾶς μεγίστης· ἐπεὶ οἱ παρεπι- | |
δημοῦντες εἰς τὰς Φίλας στρατηγοὶ καὶ ἐπιστάται | |
καὶ θηβάρχαι καὶ βασιλικοὶ γραμματεῖς καὶ ἐπιστάται φυ- | |
25 | λακιτῶν καὶ οἱ ἄλλοι πραγ̣ματικοὶ πάντες καὶ αἱ ἀ- |
κολουθοῦσαι δυνάμεις καὶ ἡ λοιπὴ ὑπηρεσία ἀναγκά- | |
ζουσι ἡμᾶς παρουσίας αὐτοῖς ποιεῖσθαι οὐχ ἑκόντας, | |
καὶ ἐκ τοῦ τοιούτου συμβαίνει ἐλαττοῦσθαι τὸ ἱερὸν καὶ | |
κινδυνεύειν ἡμᾶς τοῦ μὴ ἔχειν τὰ νομιζόμενα πρὸς τὰς | |
30 | γινομένας ὑπέρ τε ὑμῶν καὶ τῶν τέκνων θυσίας |
καὶ σπονδάς, δεόμεθ’ ὑμῶν θεῶν μεγίστων, ἐὰν | |
φαίνηται, συντάξαι Νουμηνίωι τῶι συγγενε<ῖ> καὶ ἐπιστο- | |
λογράφωι, γράψαι Λόχωι τῶι συγγενεῖ καὶ στρατηγῶι τῆς | |
Θηβαίδος μὴ παρενοχλεῖν ἡμᾶς πρὸς ταῦτα μηδ’ ἄλ- | |
35 | λωι μηδενὶ ἐπιτρέπειν τὸ αὐτὸ ποιεῖν, καὶ ἡμῖν διδόναι |
τοὺς καθήκοντας περὶ τούτων χρηματισμούς, ἐν οἷς | |
ἐπιχωρῆσαι ἡμῖν ἀναθεῖναι στήλην, ἐν ἧι ἀναγράψομεν | |
τὴν γεγονυῖαν ἡμῖν ὑφ’ ὑμῶν περὶ τούτων φιλανθρωπίαν, | |
ἵνα ἡ ὑμετέρα χάρις ἀείμνηστος ὑπάρχει παρ’ αὐτῆι εἰς τὸν | |
40 | ἅπαντα χρόνον· τούτου δὲ γενομένου ἐσόμεθα καὶ ἐν |
τούτοις καὶ τὸ ἱερὸν τὸ τῆς Ἴσιδος εὐεργετημένοι· | |
εὐτυχεῖτε. |