[ ] Eg. — Luxor Mkt. — 221-205 or 205-180 BC — SEG 8.694; SB 3.7246
1 ἔ̣τ̣ο̣υ̣ς̣ — — — — — —
ἔδοξεν τοῖς ἐκ τοῦ
γυμνασίου· ἐπειδὴ Βοΐδας Δημη-
τρίου Πέρσης ὁ γυμνασία[ρ]χος καὶ
5 κοσμητὴς ἐμ πλείοσι τῶν συμφε-
ρόντων τῶι γυμνασίωι γέγονεν χρήσ[ι]-
μος, ἑαυτὸν ἐπιδίδους προθύμως
εἰς πᾶν τὸ κοινῆι συμφέρον, τούς τε ἀπὸ
τῶν ἔμπροσθεν χρόνων λόγους ἀκεφα-
10 λαίως κειμένους προσεδρεύσας τῆι λο-
γιστείαι οὐκ ὀλία {²⁶ὀλίγα}²⁶ περιπεπόηκεν, δέδο-
χθαι ἐπαινέσαι τε αὐτὸν καὶ στεφανοῦν
θ̣α̣λλῶι στεφάνωι κατ’ ἐνιαυτὸν τῇ κηʹ
[το]ῦ Ὑπερβερεταίου τ̣ο̣ῖ̣ς̣ τ̣ο̣ῦ̣ β̣α̣σ̣ιλέως
15 γενεθλίοις, ἀναθεῖναι̣ δ’ αὐτοῦ κα̣ὶ̣ ε̣ἰ̣κ̣ό̣ν̣α̣
[γρ]α̣π̣τὴν, στ̣ῆσαι δ̣ὲ̣ κ̣α̣ὶ̣ στ̣ήλην̣ ἐν τῶι
ἐπιφα̣νεστάτωι τόπ̣ω̣[ι] τ̣ο̣ῦ̣ γυμνασίου
ἐν ἧι ἔ̣σ̣ται τὸ δ̣ό̣γμα̣ [ἀναγε]γραμμένον,
ε̣ἶ̣ν̣α̣ι̣ δ̣’ αὐτῶι κα̣ὶ̣ ἀ̣π̣ο̣[γόν]ο̣[ι]ς̣ ἄλειμμα
20 διὰ βίου, τὰ δ’ εἰς τα̣ῦτα [ἐ]σόμενα
ἀ̣ν̣αλώματα δοθῆ̣ν̣α̣ι̣ [ἐκ] κ̣[οι]ν̣οῦ.
Search Help
Contact Us