[ ]
Eg. — Luxor Mkt. — 221-205 or 205-180 BC — SEG 8.694; SB 3.7246
| 1 | ἔ̣τ̣ο̣υ̣ς̣ — — — — — — |
| ἔδοξεν τοῖς ἐκ τοῦ | |
| γυμνασίου· ἐπειδὴ Βοΐδας Δημη- | |
| τρίου Πέρσης ὁ γυμνασία[ρ]χος καὶ | |
| 5 | κοσμητὴς ἐμ πλείοσι τῶν συμφε- |
| ρόντων τῶι γυμνασίωι γέγονεν χρήσ[ι]- | |
| μος, ἑαυτὸν ἐπιδίδους προθύμως | |
| εἰς πᾶν τὸ κοινῆι συμφέρον, τούς τε ἀπὸ | |
| τῶν ἔμπροσθεν χρόνων λόγους ἀκεφα- | |
| 10 | λαίως κειμένους προσεδρεύσας τῆι λο- |
| γιστείαι οὐκ ὀλία {²⁶ὀλίγα}²⁶ περιπεπόηκεν, δέδο- | |
| χθαι ἐπαινέσαι τε αὐτὸν καὶ στεφανοῦν | |
| θ̣α̣λλῶι στεφάνωι κατ’ ἐνιαυτὸν τῇ κηʹ | |
| [το]ῦ Ὑπερβερεταίου τ̣ο̣ῖ̣ς̣ τ̣ο̣ῦ̣ β̣α̣σ̣ιλέως | |
| 15 | γενεθλίοις, ἀναθεῖναι̣ δ’ αὐτοῦ κα̣ὶ̣ ε̣ἰ̣κ̣ό̣ν̣α̣ |
| [γρ]α̣π̣τὴν, στ̣ῆσαι δ̣ὲ̣ κ̣α̣ὶ̣ στ̣ήλην̣ ἐν τῶι | |
| ἐπιφα̣νεστάτωι τόπ̣ω̣[ι] τ̣ο̣ῦ̣ γυμνασίου | |
| ἐν ἧι ἔ̣σ̣ται τὸ δ̣ό̣γμα̣ [ἀναγε]γραμμένον, | |
| ε̣ἶ̣ν̣α̣ι̣ δ̣’ αὐτῶι κα̣ὶ̣ ἀ̣π̣ο̣[γόν]ο̣[ι]ς̣ ἄλειμμα | |
| 20 | διὰ βίου, τὰ δ’ εἰς τα̣ῦτα [ἐ]σόμενα |
| ἀ̣ν̣αλώματα δοθῆ̣ν̣α̣ι̣ [ἐκ] κ̣[οι]ν̣οῦ. |