[ ]
Eg. — Patoumos--Pithom (Tell el-Maskhuta [Abu Suweir]) — 217 BC — SEG 8.467; SB 5.7172
d5/7 | {²recontructed from demotic text 5-7}² |
1 | [οἱ ἀρχιερεῖς καὶ προφῆται καὶ οἱ εἰς ἄδυτον εἰς]- |
[πορευόμενοι πρὸς τὸν στολισμὸν τῶν θεῶν καὶ πτερο]- | |
[φόραι καὶ ἱερογραμματεῖς καὶ οἱ ἄλλοι ἱερεῖς οἱ συναν]- | |
[τήσαντες ἐκ τῶν κατὰ τὴν χώραν ἱερῶν εἰς τὸ ἐν] | |
5 | [Μέμφει ἱερὸν] — — — — — — — — — — — — — — — — |
— — — — — — — — — — — — — — — — — — — — — — — — | |
[καθ’ ὃν καιρὸν παρεγενήθη εἰς Αἴγυπτον] — — — — | |
— — — — — — — — — — — — — — — — — — — — — — — — — | |
[— — — εἰς τὸ ποιεῖσθαι προθέσεις καὶ συντελεῖν θυσίας] | |
10 | [καὶ σπονδὰς καὶ τἄλλα τὰ καθήκοντα πρὸς τὴν τοιαύτην] |
[πανήγυριν συναχθέντες ἐν τῶι ἐν Μέμφει ἱερῶι] | |
[εἶπαν· ἐπειδὴ] — — — — — — — — — — — — — — — — — | |
— — — — — — — — — — — — — — — — — — — — — — — — | |
A | {²corresponding to demotic text 25-31}² |
1 | καὶ τἆλλα τὰ νομιζόμενα |
πρὸς τὴν τοιαύτην ὑποδοχὴν | |
στεφανηφοροῦντες καὶ πανη- | |
γυρίζοντες μετὰ θυσιῶν καὶ | |
5 | σπονδῶν καὶ προθέσεων· εἰσ- |
ελθών τε ὁ βασιλεὺς εἰς τὰ ἱερὰ | |
καὶ θύσας ἀνέθηκεν προσόδους | |
αὐτοῖς χωρὶς τῶν προανακει- | |
μένων ὑπ’ αὐτοῦ καὶ ἱεροῦ κόσμου | |
10 | χρυσοῦ καὶ ἀργυροῦ πολὺ πλῆθος, |
καὶ τῶν ἐν τοῖς ἀδύτοις ἱερῶν | |
ἀγαλμάτων τά τε λείποντα ἐξ ἀρ- | |
χαίων χρόνων καὶ τὰ προσδεόμενα | |
ἐπανορθώσεως ἀνενεώσατο, χορη- | |
15 | γήσας εἰς ταῦτα πολὺ πλῆθος χρυσί- |
ου καὶ ἀργυρίου καὶ λίθων πολυτε- | |
λῶν καὶ τῶν ἄλλων {πολυτελῶν | |
καὶ τῶν ἄλλων}, ὧν χρεία ἦν, καίπερ | |
πολλῆς αὐτῶι δαπάνης γεγενημέ- | |
20 | νης ἐν τῆι στρατείαι καὶ ἐστεφανω- |
κότος αὐτοῦ τὰς δυνάμεις χρυσῶν | |
μυριάδων τριάκοντα, τῶν τε ἱερῶν | |
καὶ τῶν περὶ τὰ ἱερὰ διατριβόντων | |
καὶ τῶν ἄλλων τῶν ἐν τῆι χώραι | |
25 | τὴν πᾶσαν ἐπιμέλειαν ἐποιήσατο |
εὐχαριστῶν τοῖς θεοῖς ἐπὶ τῶι συν- | |
[τελ]έσαι αὐτοὺς ἃ ἐπηγγείλαντο | |
[αὐτῶι· ἀ]γαθῆ τύχηι· δεδόχθαι | |
[τοῖς κα]τὰ τὴν χώραν ἱερεῦ- | |
30 | [σιν τάς τε π]ροϋπαρχούσας τιμὰς |
[ἐν τοῖς ἱεροῖς βα]σιλεῖ Πτολεμαίωι | |
[καὶ βασιλίσσηι Ἀρσινό]ηι θεοῖς Φιλο- | |
[πάτορσιν καὶ τοῖς γονεῦ]σιν αὐτῶν | |
[θεοῖς Εὐεργέταις καὶ τοῖς προ]γόνοις | |
35 | [θεοῖς Ἀδελφοῖς καὶ θεοῖς Σωτῆρ- |
[σιν ἐπαύξειν μεγάλως καὶ στῆσαι] | |
d32/38 | {²reconstructed from demotic text 32-38}² |
1 | [βασιλέως Πτολεμαίου αἰωνοβίου ἠγαπημένου ὑπὸ] |
[τῆς Ἴσιδος, εἰκόνα ἣ προσονομασθήσεται "Πτολεμαίου] | |
[Ὥρου τοῦ ἐπαμύνοντος τῶι πατρὶ καλλινικοῦ", καὶ] | |
[τῆς ἀδελφῆς αὐτοῦ Ἀρσινόης, θεῶν Φιλοπατόρων, ἐν] | |
5 | [τοῖς κατ’ Αἴγυπτον ἱεροῖς ἐν τῶι ἐπιφανεστάτωι] |
[τόπωι, ἃ ἔσται κατεσκευασμένα κατὰ τὸν Αἰγυπτίων τρόπον] | |
— — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
[καὶ τοὺς ἱερεῖς θεραπεύειν τὰς εἰκόνας τρὶς τῆς ἡμέρας] | |
[καὶ παρατιθέναι αὐτοῖς ἱερὸν κόσμον καὶ τἄλλα τὰ νομι]- | |
10 | [ζόμενα συντελεῖν καθὰ τοῖς ἄλλοις θεοῖς ἐν ταῖς ἑορταῖς] |
[καὶ πανηγύρεσιν καὶ ἐπωνύμοις ἡμέραις] — — — — — — — — | |
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
[ἄγειν δὲ ἑορτὰς καὶ πανηγύρεις ἐν τοῖς κατὰ τὴν χώραν] | |
[ἱεροῖς τῶι αἰωνοβίου βασιλεῖ Πτολεμαίωι ἠγαπημένωι ὑπὸ] | |
15 | [τῆς Ἴσιδος ἀπὸ τῆς δεκάτης τοῦ Πάχων, ἐν ἧι ἡμέραι ἐνι]- |
[κησεν ὁ βασιλεύς τὸ κακὸν, ἐφ’ ἡμέρας πέντε κατ’ ἐνιαυτόν], | |
[ἐν αἶς καὶ στεφανηφορήσουσιν συντελοῦντες θυσίας καὶ] | |
[σπόνδας καὶ τἄλλα τὰ καθήκοντα ἐν ἅπασι τοῖς κατὰ τὴν] | |
[χώραν ἱεροῖς] — — — — — — — — — — — — — — — — — — — — — | |
20 | — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
[καὶ τοὺς τῶν Φιλοπατόρων νάους συνεξοδεύειν ταῦτηι] | |
[τῆ ἡμέραι] — — — — — — — — — — — — — — — — — — — — — — — | |
— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — | |
[καὶ ἐπειδὴ συνέβη νικῆσαι ἐν τῆι πρώτηι δεκάτηι Πτολε]- | |
25 | [μαίον τὸν ἐκ θεῶν Εὐεργετῶν καὶ ἐκ θεῶν Ἀδελφῶν καὶ ἐκ] |
B(1) | {²corresponding to demotic text 39-40}² |
37 | θεῶν Σωτήρων, [ἥτις τυγ]- |
χάνει προτετιμημένη | |
ὑπ’ αὐτοῦ καὶ εὐξημέ- | |
40 | νη ἐπιφανῶς, ἄγεσθαι |
κατὰ μῆνα τὴν πρώτην | |
δεκάτην ἑορτὴν ἐν πᾶσι[ν] | |
τοῖς κατὰ τὴν χώραν ἱερο[ῖς] | |
καὶ θυσίας καὶ σπονδὰς [καὶ] | |
45 | τὰ λοιπὰ τὰ νομιζόμενα γ[ί]- |
νεσθαι ἐν ταῖς ἄλλαις ἑορ[ταῖς] | |
συντελεῖσθαι κατὰ μῆνα [ἐν] | |
ταύτη τῆι ἡμέραι καὶ τὰ | |
παρασκευασθέντα εἰς τὴν | |
50 | θυσίαν ἐπιδιαιρεῖσθαι πᾶσιν |
τοῖς τὸ ἱερὸν θεραπεύουσιν | |
{²lacuna of c.14 lines}² | |
— — — — — — — — — — — | |
d41/43 | {²reconstructed from demotic text 41-43}² |
1 | [καλέσαι δὲ αὐτὴν βασιλέα Πτολεμαῖον Ὧρον τὸν ἐπαμύνοντα] |
[τῶι πατρὶ καλλίνικον· συντελέσαι δὲ πάντα κατὰ τὴν ἑορτὴν] | |
[ταύτην καθάπερ κατὰ τὰς τῶν ἄλλων θεῶν ἐπωνύ]{²μους}² | |
B(2) | {²corresponding to end of demotic text}² |
53 | {²ἐπωνύ}²μους ἡμέρας, ὅπως [οἱ ἐν] |
[Αἰγύπτωι πάντες φαίνωνται] | |
55 | [αὔξοντες καὶ τιμῶντες] |
[τοὺς Φιλοπάτορας θεοὺς] | |
[καθάπερ δίκαιον ἐστίν· τὸ δὲ] | |
[ψήφισμα τοῦτο ἀναγράψαι] | |
[εἰς στήλην λιθίνην]. |