[ ]
Eg. — London, British Mus. — 210-204 BC — SB 5.8771
1 | ὑπὲρ βασιλέως Πτολεμαίου καὶ βα- |
σιλίσσης Ἀρσινόης καὶ Πτολεμαίου | |
τοῦ υἱοῦ, θεῶν Φιλοπατόρων, τῶν | |
ἐκ Πτολεμαίου καὶ Βερενίκης θε- | |
5 | ῶν Εὐεργετῶν, Ἄρηι Νικηφόρωι Εὐάγρωι |
Ἀλέξανδρος Συνδαίου Ὀροαννεύς, | |
ὁ συναποσταλεὶς διάδοχος | |
Χαριμόρτωι τῶι στρατηγῶι ἐπὶ | |
τὴν θήραν τῶν ἐλεφάντων, καὶ | |
10 | Ἀπόασις Μιορβόλλου Ἐτεννεὺς |
ἡγεμὼν καὶ οἱ ὑπ’ αὐτὸν τετα- | |
γμένοι στρατιῶται. |