[ ]
Eg. — Porphyrites Mons (Gebel Dokhan) — 117-119 AD — SB 5.8320
1 | ὑπὲρ σωτηρίας καὶ αἰωνίου νίκης τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ |
Σεβαστοῦ καὶ τοῦ παντὸς αὐτοῦ οἴκου, Διὶ Ἡλίωι μεγάλωι Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς τὸν ναὸν καὶ τὰ περὶ τὸν ναὸν | |
Ἐπαφρόδιτος Καίσαρος Σιγηριανός, ἐπὶ Ῥαμμίῳ Μαρτιάλι ἐπάρχῳ Αἰγύπτου, Μάρκου Οὐλπίου Χρησίμου ἐπιτροπεύοντος τῶν μετάλλων, ἐπὶ (ἑκατοντά)ρχ(ου) Προκουληιανοῦ. |