[ ] Eg. — Porphyrites Mons (Gebel Dokhan) — 113 AD — SB 1.4383
1 ὑπὲρ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ
τύχης καὶ τοῦ σύνπαντος αὐτοῦ οἴκου, Ἴσιδι θεᾷ μεγίστηι τὸ ἱερὸν ἐποίει,
ἐπὶ Μάρκου Ῥουτιλὶου Λούπου, ἐπάρχου Αἰγύπτου, Μάρκος Παπείριος Κέλερ,
δεκαδάρχης εἴλης Βουκοντίων, ἔτους ιϛʹ Τραιανοῦ τοῦ κυρίου, Μεχεὶρ τρίτηι.
Search Help
Contact Us