[ ]
Eg. — Athribis (Tell Atrīb, nr. Benha) — 96 BC — SB 1.620
1 | ἐπὶ ἡγεμόνος Ἐπανδρίδου. |
Μικυθίων Χαριδάμου εἶπεν· | |
ἐπειδὴ Ἀρίστων Ἡρακλείδου Σολεὺς εὖνους ὑπάρχων διατελεῖ | |
τῶι δήμωι τῶι Χαλκιδέων καὶ πολλοῖς τῶν πολιτῶν χρήσ<ι>μος γίνεται εἰς ἃ ἅν τις αὐτὸν | |
5 | παρακαλῇ, ἐκπεμφθεὶς δὲ καὶ ὑπὸ τοῦ βασιλέως Πτολεμαίου τοῦ πρεσβυτέρου ἐπὶ τῆς |
σιτικῆς δωρεᾶς τῆς ἀποσταλείσης Ῥωμαίοις καὶ παραγενόμενος εἰς τὴν ἡμετέραν | |
πόλιν τήν τε ἀναστροφὴν ἐποιήσατο ἐν τῆι ἐπιδημίαι ἀξίως τοῦ τε πέμψαντος | |
βασιλέως καὶ τῆς ἡμετέρας πόλεως, δεδόχθαι τῆι βουλῆι πρόξενον εἶναι καὶ εὐερ- | |
γέτην τοῦ δήμου τοῦ Χαλκιδέων Ἀρίστωνα Ἡρακλείδου Σολῆ καὶ αὐτὸν καὶ ἐγγόνους | |
αὐτοῦ, καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος | |
10 | καὶ εἰρήνης, καὶ τἆλλα ὑπάρχειν αὐτοῖς πάντα ὅσαπερ καὶ τοῖς ἄλ<λ>οις προξένοις καὶ εὐεργέταις |
τοῦ δήμου τοῦ Χαλκιδέων γέγραπται. |