[ ]
Eg. — Senskis Temple (Sikkait) — 253-263 AD — Pan Des. 69; IGRR 1.1274 — SB 5.8384; SEG 27.1108
1 | Πολ̣ύ̣φ̣αντος(?) [ὁ] καὶ Τοῦτος, |
[(ἔτους) —ʹ Γ]α[λ]λιηνοῦ, Μεχεὶρ κζʹ, | |
[ἐπὶ — —]ρωνίου εὐχαριστήσας τῷ | |
[Σαράπιδι] καὶ τῇ Ἴσιδι καὶ τῷ Ἀπόλλωνι καὶ | |
5 | [τοῖς συν]νάοις θεοῖς πᾶσι ἐποίησα τὸ ἱερὸν |
[ὑπὲρ] Βερενείκης καὶ τὸ ζῴδιον, καὶ ὀρύξας | |
[τὸν λάκκον τοῦ ὑδ]ρεύματος ἀπὸ θεμελίου ἐ̣κ̣ [τ]ῶ[ν] | |
[ἐμῶν κα]μάτων ἀνέθηκα ἐπ’ ἀγαθῷ | |
σὺν τοῖς τέκνοις καὶ τοῖς σὺν ἐμοὶ ἐργαζομένο[ις], | |
10 | καὶ [ἐ]ποίησα φιάλιον ἀργυροῦν παρὰ τῶι θεῷ [Σ]α̣ρ[ά]- |
[πιδι κ]αὶ παρὰ τῇ κυρίᾳ Ἴσιδι τῇ Σενσκειτηνεῖ. | |
ὁμοίως φιάλην ἀργυρᾶν (λιτρῶν) βʹ, ταῦτα πάντα ἐκ τῶν ἐμῶν | |
καμάτων εὐχαριστήσας τῷ Σαράπιδι τῷ Μινί. ἐνώρυξ̣α | |
τὸν λάκκον μηνὸς Παυνὶ καʹ, καὶ [μην]ὸς Μεχεὶ[ρ] κ̣ζʹ τὸ ἱερὸν ἐποί|ησα. |