[ ]
Eg. — Khārga Oasis — Qasr Zaiyan — 140 AD — IGRR 1.1264; SB 5.8443
| 1 | ἀγα[θῆι τύ]χ[ι]. |
| Ἀμενήβι θεῶι μεγίστωι Τχονεμύρεως καὶ τοῖς | |
| συννάοις θεοῖς ὑπὲρ τῆς εἰς αἰῶνα διαμονῆς Ἀντωνείνου | |
| Καίσαρος τοῦ κυρίου καὶ τοῦ σύμπαντος αὐτοῦ οἴκου ὁ σηκὸς τοῦ ἱεροῦ καὶ τὸ | |
| 5 | πρόναον ἐκ καινῆς κατεσκευάσθη ἐπὶ Ἀουιδίου Ἡλιοδώρου ἐπάρχου Αἰγύπτου, |
| Σεπτιμίου Μάκρωνος ἐπιστρατήγου, στρατηγοῦντος Πλινίου | |
| Καιπίωνος, | |
| ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου | |
| Σεβαστοῦ Εὐσεβοῦς, Μεσορῆ ὀκτωκαιδεκάτῃ. |