[ ]
Eg. — Antinooupolis (Sheikh ‘Ibāda) — 137 AD — Pan Des. 80 (= Portes 4) — IGRR 1.1142; SB 5.8908
1 | Αὐτοκράτωρ Καῖσαρ, θεοῦ |
[Τραιαν]οῦ Παρθικοῦ υἱὸς, | |
θεοῦ Νέρουα υἱωνὸς Τραιανὸς | |
Ἁδριανὸς Σεβαστός, ἀρχιερεὺς | |
5 | μέγιστος, δημαρχικῆς ἐξουσίας |
τὸ καʹ, αὐτοκράτωρ τὸ βʹ, | |
ὕπατος τὸ γʹ, πατὴρ πατρίδος, | |
ὁδὸν καινὴν Ἁδριανὴν ἀπὸ | |
Βερενίκης εἰς Ἀντινόου διὰ | |
10 | τόπων ἀσφαλῶν καὶ ὁμαλῶν |
παρὰ τὴν Ἐρυθρὰν θάλασσαν | |
ὑδρεύμασιν ἀφθόνοις καὶ | |
σταθμοῖς καὶ φρουρίοις δι- | |
ειλημμένην ἔτεμεν | |
15 | ἔτους καʹ, Φαμενὼθ αʹ. |