[ ] Eg. — Koptos (Qift) — 90 AD — Portes 67; Prose 59 — IGRR 1.1183; SB 5.8904 — SEG 20.668
1 ἐξ ἐπιταγῆς Μ̣[ετ]τίου [Ῥού]φ[ου, ἐπάρ]-
[χου Αἰγύπτου], ὅσα δεῖ τοὺς μισθω-
τὰς τοῦ ἐν Κόπτωι ὑποπείπτον-
τος τῆι ἀραβαρχίᾳ ἀποστολίου πράσ-
5 σειν κατὰ τὸν γνώμονα̣ τῇδε τῇ
στήληι ἐνκεχάρακται διὰ Λουκίου
Ἀντιστίου Ἀσιατικοῦ, ἐπάρχου
ὄρους Βερενείκης·
 κυβερνήτου Ἐρυθραικοῦ δρα-
10  χμὰς ὀκτώι,
 πρωρέως δραχμὰς δέκα,
[φυλ]άκου δραχμὰς δέκα,
[να]ύτου δραχμὰς πέντε,
[θερα]π̣εύτου ναυπηγοῦ δραχμὰς
15 [πέ]ντε, χειροτέχνου δραχμὰς
 ὀκτώι, γυναικῶν πρὸς ἑταιρισ-
 μον δραχμὰς ἑκατὸν ὀκτώ,
 <γ>υναικῶν εἰσπλεουσῶν δρα-
 χμὰς εἴκοσι, γυναικῶν στρατι-
20  ωτῶν δραχμὰς εἴκοσι,
 πιττακίου καμήλων ὀβολὸν ἕνα,
 σφραγισμοῦ πιττακίου ὀβολοὺς δύο,
 πορείας ἐξερχομένης ἑκάστου
 πιττακίου τοῦ ἀνδρὸς ἀναβαίνον-
25  τος δραχμὴν μίαν, γυναικῶν
 πασῶν ἀνα(βαινουσῶν) δραχμὰς τέσσαρας,
 ὄνου ὀβολοὺς δύο, ἁμάξης ἐχού-
 σης τετράγωνον δραχμὰς τέσσαρες,
 ἰστοῦ δραχμὰς εἴκοσι, κέρατος δρα-
30  χμὰς τέσσαρες, ταφῆς ἀναφερομέ-
 νης καὶ καταφερ̣ομένης δραχμὴν μί̣-
 αν τετρώβολον· (ἔτους) θʹ Αὐτοκράτορος
   Καί[σαρ]ος [Δομιτιανοῦ] Σεβαστοῦ [Γερμαν(ικοῦ)], Παχὼν ιεʹ.
Search Help
Contact Us