[ ]
Eg. — Philai Isl. — 124-116 BC — Philae.1.19,C; Prose 22,C — SB 5.8396
19 | βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι |
20 | τῆι ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναι- |
κί, θεοῖς Εὐεργέταις, χαιρειν οἱ ἱερεῖς τῆς ἐν τῶι Ἀβά- | |
τωι καὶ ἐν Φίλαις Ἴσιδος θεᾶς μεγίστης· ἐπεὶ οἱ παρεπι- | |
δημοῦντες εἰς τὰς Φίλας στρατηγοὶ καὶ ἐπιστάται | |
καὶ θηβάρχαι καὶ βασιλικοὶ γραμματεῖς καὶ ἐπιστάται φυ- | |
25 | λακιτῶν καὶ οἱ ἄλλοι πραγ̣ματικοὶ πάντες καὶ αἱ ἀ- |
κολουθοῦσαι δυνάμεις καὶ ἡ λοιπὴ ὑπηρεσία ἀναγκά- | |
ζουσι ἡμᾶς παρουσίας αὐτοῖς ποιεῖσθαι οὐχ ἑκόντας, | |
καὶ ἐκ τοῦ τοιούτου συμβαίνει ἐλαττοῦσθαι τὸ ἱερὸν καὶ | |
κινδυνεύειν ἡμᾶς τοῦ μὴ ἔχειν τὰ νομιζόμενα πρὸς τὰς | |
30 | γινομένας ὑπέρ τε ὑμῶν καὶ τῶν τέκνων θυσίας |
καὶ σπονδάς, δεόμεθ’ ὑμῶν θεῶν μεγίστων, ἐὰν | |
φαίνηται, συντάξαι Νουμηνίωι τῶι συγγενε<ῖ> καὶ ἐπιστο- | |
λογράφωι, γρὰψαι Λόχωι τῶι συγγενεῖ καὶ στρατηγῶι τῆς | |
Θηβαΐδος μὴ παρενοχλεῖν ἡμᾶς πρὸς ταῦτα μηδ’ ἄλ- | |
35 | λωι μηδενὶ ἐπιτρέπειν τὸ αὐτὸ ποιεῖν, καὶ ἡμῖν διδόναι |
τοὺς καθήκοντας περὶ τούτων χρηματισμούς, ἐν οἷς | |
ἐπιχωρῆσαι ἡμῖν ἀναθεῖναι στήλην, ἐν ἡι ἀναγράψομεν | |
τὴν γεγονυῖαν ἡμῖν ὑφ’ ὑμῶν περὶ τούτων φιλανθρωπίαν, | |
ἵνα ἡ ὑμετέρα χάρις ἀείμνηστος ὑπάρχει παρ’ αὐτῆι εἰς τὸν | |
40 | ἅπαντα χρόνον· τούτου δὲ γενομένου ἐσόμεθα καὶ ἐν |
τούτοις καὶ τὸ ἱερὸν τὸ τῆς Ἴσιδος εὐεργετημένοι· | |
εὐτυχεῖτε. |