[ ] Eg. — Philai Isl. — 124-116 BC — Philae.1.19,C; Prose 22,C — SB 5.8396
19 βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι
20 τῆι ἀδελφῆι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι γυναι-
κί, θεοῖς Εὐεργέταις, χαιρειν οἱ ἱερεῖς τῆς ἐν τῶι Ἀβά-
τωι καὶ ἐν Φίλαις Ἴσιδος θεᾶς μεγίστης· ἐπεὶ οἱ παρεπι-
δημοῦντες εἰς τὰς Φίλας στρατηγοὶ καὶ ἐπιστάται
καὶ θηβάρχαι καὶ βασιλικοὶ γραμματεῖς καὶ ἐπιστάται φυ-
25 λακιτῶν καὶ οἱ ἄλλοι πραγ̣ματικοὶ πάντες καὶ αἱ ἀ-
κολουθοῦσαι δυνάμεις καὶ ἡ λοιπὴ ὑπηρεσία ἀναγκά-
ζουσι ἡμᾶς παρουσίας αὐτοῖς ποιεῖσθαι οὐχ ἑκόντας,
καὶ ἐκ τοῦ τοιούτου συμβαίνει ἐλαττοῦσθαι τὸ ἱερὸν καὶ
κινδυνεύειν ἡμᾶς τοῦ μὴ ἔχειν τὰ νομιζόμενα πρὸς τὰς
30 γινομένας ὑπέρ τε ὑμῶν καὶ τῶν τέκνων θυσίας
καὶ σπονδάς, δεόμεθ’ ὑμῶν θεῶν μεγίστων, ἐὰν
φαίνηται, συντάξαι Νουμηνίωι τῶι συγγενε<ῖ> καὶ ἐπιστο-
λογράφωι, γρὰψαι Λόχωι τῶι συγγενεῖ καὶ στρατηγῶι τῆς
Θηβαΐδος μὴ παρενοχλεῖν ἡμᾶς πρὸς ταῦτα μηδ’ ἄλ-
35 λωι μηδενὶ ἐπιτρέπειν τὸ αὐτὸ ποιεῖν, καὶ ἡμῖν διδόναι
τοὺς καθήκοντας περὶ τούτων χρηματισμούς, ἐν οἷς
ἐπιχωρῆσαι ἡμῖν ἀναθεῖναι στήλην, ἐν ἡι ἀναγράψομεν
τὴν γεγονυῖαν ἡμῖν ὑφ’ ὑμῶν περὶ τούτων φιλανθρωπίαν,
ἵνα ἡ ὑμετέρα χάρις ἀείμνηστος ὑπάρχει παρ’ αὐτῆι εἰς τὸν
40 ἅπαντα χρόνον· τούτου δὲ γενομένου ἐσόμεθα καὶ ἐν
τούτοις καὶ τὸ ἱερὸν τὸ τῆς Ἴσιδος εὐεργετημένοι·
                 εὐτυχεῖτε.
Search Help
Contact Us