[ ]
Eg. — Ombos (Kōm Ombo) — 174-145 BC — Th.Sy. 188; SB 5.8388
1 | ὑπὲρ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Κλεοπάτρας, τῆς ἀδελφῆς, θεῶν Φιλομητόρων, καὶ τῶν τούτων τέκνων, Ἀροήρει θεῶι μεγάλωι, |
Ἀπόλλωνι, καὶ τοῖς συννάοις θεοῖς τὸν σηκὸν οἱ ἐν τῶι Ὀμβίτηι τασσόμενοι πεζοὶ καὶ ἱππεῖς καὶ οἱ ἄλλοι εὐνοίας ἕνεκ̣ε̣ν̣ τ[ῆ]ς̣ ε̣ἰς αὐτούς. |