[ ]
Eg. — Alexandria — 186-181 BC — SB 5.8274; cf. SEG 27.1029
1 | Πτολεμαῖον τὸν ἀρχισωματοφύλακα |
καὶ ἀρχικύνηγον, τὸν Πτολεμαίου | |
τῶν πρώτων φίλων καὶ ἀρχικυνήγου υἱόν, | |
τὸ κοινὸν τῶν Λυκίων ἀρετῆς ἕνεκεν | |
5 | καὶ εὐνοίας ἧς ὁ πατὴρ αὐτοῦ διατελεῖ |
παρεχόμενος εἴς τε βασιλέα Πτολεμαῖον | |
καὶ τὴν ἀδελφὴν βασίλισσαν Κλεοπάτραν, | |
θεοὺς Ἐπιφανεῖς καὶ Εὐχαρίστους, καὶ τὰ τέκνα | |
καὶ εἰς τὸ κοινὸν τῶν Λυκίων. |