[ ]
Eg. — Philai Isl. — 1st c. AD — Philae 2.158; SB 5.8434
I.1 | ἤλθομεν, Αἰγύπτοιο πέρας, περικαλλέα νῆσον |
Ἴσιδος Ἰναχίης γαῖαν ἐποψόμενοι | |
καὶ Νείλου βαθὺ χεῦμα, ὃς Αἰγυπτον πολύολβον | |
αἰὲν ἔτος σώζει Καίσαρος εὐτυχίαις. | |
5 | χαῖρε, ἄνασσα φίλα, χαίροις θ’ ἅμα καὶ σύ, Σάραπι, |
γαῖαν ἐναντιπέρα ναίων, Ἄβατον πολύσεμνον, | |
καὶ πέμψαις ἡμᾶς σώους ἐς Κρόνου ἐμπόριον. | |
II | ἄλλο. |
1 | νῆσον ἐ<ς>, Αἰγύπτοιο πέρας, περικαλλέα, σεμνήν, |
Ἴσιδος, Αἰθιόπων πρόσθεν, ἀφιξάμενοι, | |
εἴδομεν ἐν Νείλωι ποταμῶι νέας ὠκυπορούσας, | |
ἀξιθέους αἳ ναοὺς ἤγαγον Αἰθιόπων | |
5 | γαῖαν ἐς ἡμετέρην, πυρηφόρον, ἀξιθέωρον, |
ἣν πάντες βροτοὶ ἄνδρες ἐπὶ χθονὶ σεμνύνουσιν. |