[ ]
Eg. — Philai Isl. — 1st c. AD — Philae 2.158; SB 5.8434
| I.1 | ἤλθομεν, Αἰγύπτοιο πέρας, περικαλλέα νῆσον |
| Ἴσιδος Ἰναχίης γαῖαν ἐποψόμενοι | |
| καὶ Νείλου βαθὺ χεῦμα, ὃς Αἰγυπτον πολύολβον | |
| αἰὲν ἔτος σώζει Καίσαρος εὐτυχίαις. | |
| 5 | χαῖρε, ἄνασσα φίλα, χαίροις θ’ ἅμα καὶ σύ, Σάραπι, |
| γαῖαν ἐναντιπέρα ναίων, Ἄβατον πολύσεμνον, | |
| καὶ πέμψαις ἡμᾶς σώους ἐς Κρόνου ἐμπόριον. | |
| II | ἄλλο. |
| 1 | νῆσον ἐ<ς>, Αἰγύπτοιο πέρας, περικαλλέα, σεμνήν, |
| Ἴσιδος, Αἰθιόπων πρόσθεν, ἀφιξάμενοι, | |
| εἴδομεν ἐν Νείλωι ποταμῶι νέας ὠκυπορούσας, | |
| ἀξιθέους αἳ ναοὺς ἤγαγον Αἰθιόπων | |
| 5 | γαῖαν ἐς ἡμετέρην, πυρηφόρον, ἀξιθέωρον, |
| ἣν πάντες βροτοὶ ἄνδρες ἐπὶ χθονὶ σεμνύνουσιν. |