[ ]
Eg. — Philai Isl. — 191 AD — Philae 2.168; SB 5.8681
| 1 | Ἶσιν τὴν ἐν Φίλαις προσκυνήσας τις εὐτυχεῖ, |
| οὐχ ὅτι μόνον πλουτεῖ, πολυζῳεῖ δ’ ἅμα τούτῳ· | |
| τραφεὶς δ’ ἐγὼ πὰρ Φαρίᾳ Ἴσιδι ἐνθάδ’ ἱκόμην, | |
| —— εἰμὶ δ’ ἐγὼ Σερηνός, βόηθος ἀγακλυτοῦ Πτολεμαίου —— | |
| 5 | ὁμοῦ σὺν Φήλικι καὶ Ἀπολλωνίῳ ζωγράφῳ, |
| χρησμοῖς Ἀπόλλωνος ἀνικήτοιο ἄνακτος, | |
| σπονδῶν καὶ θυσιῶν ἕνεκα ἐνθάδ’ ἱκόντες, | |
| δεόμενοι καὶ τούτων μετασχεῖν· πρέπον γὰρ ἦν· | |
| οὐδὲνα μῶμον εὑρήσεις. | |
| 10 | τὸ προσκύνημα Φήλικος, Λικινίου καὶ Σαραπίωνος |
| [καὶ(?)] Ποῦτος(?) καὶ τοῦ οἴκου αὐτῶν καὶ Πομπηϊανοῦ | |
| φίλου ἐπὶ τὸν ἀεὶ χρόνον. (ἔτους) λαʹ Φαμενὼθ κθʹ. | |
| ἐπ’ ἀγαθῶι. | |
| τὸ προσκύνημα Ἁρκίνιν τὸν | |
| 15 | καὶ Ἀπολλώνιον καὶ τῆς συνβίου |
| αὐτοῦ καὶ τῶν τέκνων καὶ τοῦ | |
| οἴκου ὅλου παρὰ τῆς μυριονοίμου {²⁶μυριωνύμου}²⁶ | |
| Ἴσιδος, σήμερον, ἐπ’ ἀγαθῶι, (ἔτους) λαʹ, | |
| Φαμενὼθ κθʹ. |