[ ]
Eg. — Philai Isl. — 191 AD — Philae 2.168; SB 5.8681
1 | Ἶσιν τὴν ἐν Φίλαις προσκυνήσας τις εὐτυχεῖ, |
οὐχ ὅτι μόνον πλουτεῖ, πολυζῳεῖ δ’ ἅμα τούτῳ· | |
τραφεὶς δ’ ἐγὼ πὰρ Φαρίᾳ Ἴσιδι ἐνθάδ’ ἱκόμην, | |
—— εἰμὶ δ’ ἐγὼ Σερηνός, βόηθος ἀγακλυτοῦ Πτολεμαίου —— | |
5 | ὁμοῦ σὺν Φήλικι καὶ Ἀπολλωνίῳ ζωγράφῳ, |
χρησμοῖς Ἀπόλλωνος ἀνικήτοιο ἄνακτος, | |
σπονδῶν καὶ θυσιῶν ἕνεκα ἐνθάδ’ ἱκόντες, | |
δεόμενοι καὶ τούτων μετασχεῖν· πρέπον γὰρ ἦν· | |
οὐδὲνα μῶμον εὑρήσεις. | |
10 | τὸ προσκύνημα Φήλικος, Λικινίου καὶ Σαραπίωνος |
[καὶ(?)] Ποῦτος(?) καὶ τοῦ οἴκου αὐτῶν καὶ Πομπηϊανοῦ | |
φίλου ἐπὶ τὸν ἀεὶ χρόνον. (ἔτους) λαʹ Φαμενὼθ κθʹ. | |
ἐπ’ ἀγαθῶι. | |
τὸ προσκύνημα Ἁρκίνιν τὸν | |
15 | καὶ Ἀπολλώνιον καὶ τῆς συνβίου |
αὐτοῦ καὶ τῶν τέκνων καὶ τοῦ | |
οἴκου ὅλου παρὰ τῆς μυριονοίμου {²⁶μυριωνύμου}²⁶ | |
Ἴσιδος, σήμερον, ἐπ’ ἀγαθῶι, (ἔτους) λαʹ, | |
Φαμενὼθ κθʹ. |