[ ] Eg. — Philai Isl. — 7 BC — Philae 2.142; SB 5.8420
       Κατ<ιλίου>.
1 Καίσαρι ποντομέδοντι καὶ ἀπείρων κρατέοντι
   Ζανὶ τῶι ἐκ Ζανὸς πατρὸς Ἐλευθερίωι,
δεσπόται Εὐρώπας τε καὶ Ἀσίδος, ἄστρωι ἁπάσας,
  Ἑλλάδος, ὃς σωτὴρ Ζεὺς ἀνέτειλε μέγας,
5 ἱαρᾶι ἐν πέτραι τὸ Κατίλιος ἁγνὸν ἔθηκε
   γράμμ’, ἀπ’ Ἀλεξάνδρου δεῦρο μολὼν πόλιος,
καὶ μέγαν ἐκ μεγάλων Τουρράνιον, ἄνδρα δίκαιον,
   Αἰγύπτω πάσας φέρτατον ἁγεμόνα,
στάλαι ἐνεστάλωσεν, ἵν’ εἰς τόδε νάσω ἔδεθλον
10    πᾶς ὁ μολὼν ὑμνῆι τὸν χθονὸς ὀλβοδόταν·
ταὶ δὲ Φίλαι φωνεῦντι καλὸν πέρας Αἰγύπτοιο
   ἐμμὶ καὶ Αἰθιόπων γᾶς ὅριον νεάτας.
             Κατιλίου τοῦ καὶ
                Νικάνορος
15             τοῦ Νικάνο[ρος]·
            (ἔτους) κγʹ Καίσαρος,
                Φαμενὼθ ιβʹ,
            ἐπὶ Νείλου στρατηγοῦ.
Search Help
Contact Us