[ ]
Eg. — Philai Isl. — 7 BC — Philae 2.142; SB 5.8420
| Κατ<ιλίου>. | |
| 1 | Καίσαρι ποντομέδοντι καὶ ἀπείρων κρατέοντι |
| Ζανὶ τῶι ἐκ Ζανὸς πατρὸς Ἐλευθερίωι, | |
| δεσπόται Εὐρώπας τε καὶ Ἀσίδος, ἄστρωι ἁπάσας, | |
| Ἑλλάδος, ὃς σωτὴρ Ζεὺς ἀνέτειλε μέγας, | |
| 5 | ἱαρᾶι ἐν πέτραι τὸ Κατίλιος ἁγνὸν ἔθηκε |
| γράμμ’, ἀπ’ Ἀλεξάνδρου δεῦρο μολὼν πόλιος, | |
| καὶ μέγαν ἐκ μεγάλων Τουρράνιον, ἄνδρα δίκαιον, | |
| Αἰγύπτω πάσας φέρτατον ἁγεμόνα, | |
| στάλαι ἐνεστάλωσεν, ἵν’ εἰς τόδε νάσω ἔδεθλον | |
| 10 | πᾶς ὁ μολὼν ὑμνῆι τὸν χθονὸς ὀλβοδόταν· |
| ταὶ δὲ Φίλαι φωνεῦντι καλὸν πέρας Αἰγύπτοιο | |
| ἐμμὶ καὶ Αἰθιόπων γᾶς ὅριον νεάτας. | |
| Κατιλίου τοῦ καὶ | |
| Νικάνορος | |
| 15 | τοῦ Νικάνο[ρος]· |
| (ἔτους) κγʹ Καίσαρος, | |
| Φαμενὼθ ιβʹ, | |
| ἐπὶ Νείλου στρατηγοῦ. |