[ ] Eg. — Narmouthis (Medinet Mādi) — 1st c. BC? — SEG 8.548/51
I.1 πλουτοδότι βασίλεια θεῶν, Ἑρμοῦθι ἄνασσα,
παντοκράτειρα, τύχη ἀγαθή, μεγαλώνυμε Ἶσι,
Δηοῖ ὑψίστη, ζωῆς εὑρέτρια πάσης,
παντοίων ἔργων ἐμέλησέ σοι, ὄφρ’ ἀναδοίης
5 ἀνθρώποισι βίον τε καὶ εὐνομίην τε ἅπασι,
καὶ θεσμοὺς κατέδειξας, ἵν’ εὐδικίη τις ὑπάρχῃ,
καὶ τέχνας ἀνέδωκας, ἵν’ εὐσχήμων βίος εἴη,
καὶ πάντων τε φύσιν εὐανθέα εὕρεο καρπῶν.
σοῦ τε χάριν συνέστηχ’ ὁ πόλος καὶ γαῖα ἅπασα
10 καὶ πνοιαὶ ἀνέμων καὶ ἥλιος ὁ γλυκυφεγγής.
σῆι δυνάμει Νείλου ποταμοὶ πληροῦνται ἅπαντες,
ὥρηι ὀπωρινῆι, καὶ λαβρότατον χεῖθ’ ὕδωρ
γαῖαν πᾶσαν ἔπι, ἵν’ ἀνέγλιπος καρπὸς ὑπάρχῃ.
ὅσσοι δὲ ζώουσι βροτοὶ ἐπ’ ἀπείρονι γαίηι,
15 Θρᾷκες καὶ Ἕλληνες, καὶ ὅσσοι βάρβαροί εἰσι,
οὔνομά σου τὸ καλόν, πολυτίμητον παρὰ πᾶσι,
φωναῖσι φράζουσ’ ἰδίαις, ἰδίαι ἐνὶ πάτρηι.
Ἀστάρτην Ἄρτεμίν σε Σύροι κλῄζουσι Ναναίαν
καὶ Λυκίων ἔθνη Λητοῦν καλέουσιν ἄνασσαν,
20 μητέρα δὴ κλῄζουσι θεῶν καὶ Θρήϊκες ἄνδρες,
Ἕλληνες δ’ Ἥρην μεγαλόθρονον ἠδ’ Ἀφροδίτην,
καὶ Ἑστίαν ἀγαθήν, καὶ Ῥεῖαν, καὶ Δήμητρα,
Αἰγύπτιοι δὲ Θιοῦιν, ὅτι μούνη εἶ σὺ ἅπασαι
αἱ ὑπὸ τῶν ἐθνῶν ὀνομαζόμεναι θεαὶ ἄλλαι.
25 δεσπότι, οὐ λήξω μεγάλην δύναμίν σου ἀείδων,
σώτειρ’ ἀθανάτη, πολυώνυμε, Ἶσι μεγίστη,
ἐκ πολέμου ῥυμένη τε πόλεις, πάντας τε πολίτας,
αὐτοὺς καὶ ἀλόχους καὶ κτήματα καὶ φίλα τέκνα.
ὅσσοι δ’ ἐμ μοίραις θανάτου συνέχονται ἐν εἱρκτῆι,
30 καὶ ὅσοι ἀγρυπνίαις μεγάλαις ὀχλοῦντ’ ὀδυνηραῖς,
καὶ οἱ ἐν ἀλλοτρίηι χώρηι πλανοώμενοι ἄνδρες,
καὶ ὅσοι ἐμ πελάγει μεγάλωι χειμῶνι πλέουσι
ἀνδρῶν ὀλλυμένων νηῶν κατὰ ἀγνυμενάων,
σώζονθ’ οὗτοι ἅπαντες, ἐπευξάμενοί σε παρεῖναι.
35 κλῦθι ἐμῶν εὐχῶν, μεγαλοσθενὲς οὔνομ’ ἔχουσα,
εὐείλατος ἐμοί τε γείνου, λύπης μ’ ἀνάπαυσον ἁπάσης.
              Ἰσίδωρος
               ἔγραψε.
II.1 χαῖρε, Τύχη Ἀγαθή, μεγαλώνυμε Ἶσι μεγίστη,
 Ἑρμοῦθι· ἐπί σοι πᾶσα γέγηθε πόλις,
ζωῆς καὶ καρπῶν εὑρέτρια, οἷσί τε πάντες
  τέρπονταί τε βροτοὶ σῶν χαρίτων ἕνεκα.
5 ὅσσοι σοὶ εὔχονται ἐπ’ ἐμπορίην τε παρεῖναι,
  πλουτοῦσ’ εὐσεβέες εἰς τὸν ἅπαντα χρόνον·
καὶ ὅσοι ἐν νούσοις θανατώδεσι μοίρῃ ἔχονται,
  σοὶ εὐξάμενοι ταχέως {σ} ἧς ζωῆς ἔτυχον.
ὡς ἐτύμως ὁ ἀγαθὸς δαίμων, Σοκονῶπις κραταιός,
10   σύνναος ναίει, πλουτοδότης ἀγαθός,
κτίστης καὶ γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος
  καὶ ποταμῶν πάντων κὠκυτάτων τε ῥοῶν,
καὶ Ἀγχόης ὁ σὸς υἱός, ὃς οὐρανοῦ αἰθέρα ναίε[ι],
  ἥλιος ἀντέλλων ἐσθ’, ὃς ἔδειξε τὸ φῶς.
15 ὅσσοι δὴ ἐθέλουσι γονὴν παίδων τε ποιῆσαι,
  εὐξάμενοι ὑμῖν εὐτεκνίης ἔτυχον.
Νεῖλον χρυσορρόαν πείθουσ’ ἀνάγεις κατὰ [ὥρας]
  Αἰγύπτου ἐπὶ γ̣ῆν ἀνδράσιν εὐτερπίην.
εὐανθεῖ τότε καρπὸς ἅπας καὶ πᾶσι μερίζ[ει],
20   οἷσι θέλεις, ζωὴν παντοδαπῶν ἀγαθῶν.
σῶν δώρων μνησθέντες, ὅσοις πλοῦτόν τ’ ἀνέδωκας
  καὶ χάριτας μεγάλας σάς τε ἔχειν δι’ ὅλου,
τούτων σοι μοῖραν δεκάτην ἀπένειμαν <ἅ>παντες,
  χαίροντες κατ’ ἔτος σῆι τε πανηγυρίηι,
25 εἶτα ἐδωρήσω περιτελλομένου ἐνιαυτοῦ
  αὐτοῖς μηνὶ Παχὼν πᾶσιν ἐς εὐφροσύνην.
τερφθέντες δ’ εἰς οἶκόν τε πανηγυρίσαντες ἔβησαν
  εὐφήμως, πλήρεις τῆς παρὰ σοῦ τε τρυφῆς.
σ̣ῶν δώρων κἀμοὶ μετάδος, Ἑρμοῦθι ἄνασσα,
30   σῶι ἱκέτηι, ὄλβον καὶ ἅμα εὐτεκνίην.
            Ἰσίδωρος
             ἔγραψε.
εὐχῶν ἠδ’ ὕμνων τε θεοὶ κλύοντες ἐμεῖο,
  ἀνταπέδωκαν ἐμοὶ εὐθυμίαν χάριτα.
35
III.1 ὑψίστων μεδέουσα θεῶν, Ἑρμοῦθι ἄνασσα,
Ἶσι ἁγνή, ἁγία, μεγάλη, μεγαλώνυμε Δηοῖ,
σεμνοτάτη δώτειρ’ ἀγαθῶν μερόπεσσι ἅπασι,
εὐσεβέσιν μεγάλας χάριτας καὶ πλοῦτον ἔδωκας,
5 καὶ ζωὴν γλυκερήν τε ἔχειν καὶ τέρψιν ἀρίστην,
ὄλβον, εὐτυχίην καὶ σωφροσύνην τε ἄλυπον.
ὅσσοι δὲ ζώουσι μακάρτατοι, ἄνδρες ἄριστοι,
σκαπτροφόροι βασιλεῖς τε καὶ ὅσσοι κ̣οίρανοί̣ εἰσι,
οὗτοί σοι ἐπέχοντες ἀν<ά>σσουσ’ ἄχρι τε γήρω[ς],
10 λαμπρὸν καὶ λιπαρὸν καταλείποντες πολὺν ὄ[λβον]
υἱάσι θ’ υἱωνοῖσι καὶ ἀνδράσι τοῖσι μεταῦ[τις].
ὃν δέ κε φίλτατον ἔσκε ἀνάκτων ἡ βασίλε[ια],
οὗτος καὶ Ἀσίας τε καὶ Εὐρώπης τε ἀν[ά]σσει,
εἰρήνη<ν> τε ἄγων, καρποὶ βρίθουσιν ἐ̣π’ αὐτῶι
15 παντοίων ἀγαθῶν, καρπόν τε φέροντες ἄρ[ισ]τ̣[ον].
ὅππου δὴ πόλεμοί τε ἀνδροκτασίαι τε μάλιστ[α],
μυριάδων ὄχλων τε τὸ σὸν σθένος, ἡ δύνα[μίς σου],
πλῆθος ἀπημαύρωσ’, ὀλίγοισι δὲ θάρσος ἔ[δωκε].
κλῦθι ἐμοῦ, ἀγαθή τε τύχη, ἱκέτου σου, ἄνασσ[α],
20 ἤ που ἐς Λιβύην ἢ ἐς Νότον ἀμφιβέβηκα[ς],
ἢ Βορέου πέρατα ναίεις ἡδυπνόου αἰεί,
ἢ Εὔρου πνωιάς, ὅθι ἀντολαὶ ἠελίοιο,
ἢ καὶ Ὄλυμπον ἵκανες ὅπου <οὐ>ρανίων[ες ἐν]ε[ισίν(?)],
ἢ καὶ ἐν οὐρανῶι ὕψι μετ’ ἀθανάτοισι δικάζεις,
25 ἢ καὶ ἠελίου ὠκυδρόμου ἅρματα βᾶσα,
κόσμον ἅπαν διάγουσα, κατοπτεύουσα ἅπαντα
ἔργ’ ἀνδρῶν ἀσεβῶν τε καὶ εὐσεβέων καθορῶσα,
εἰ δὲ καὶ ὧδε πάρει, ἰδίαν ἀρετὴν ἐφορῶσα,
τερπομένη θύμασιν, λοιβαῖσί τε ἠδὲ θυηλαῖ[ς],
30 ἀνδρῶν ναιόντων Σούχου νομὸν Ἀρσινοειτῶν
παμφύλων ἐθνῶν, ὅσσοι κατ’ ἔτος τε πάρεισι
εἰκάδι μηνὶ Παχὼν καὶ Θωὺθ δεκάτην σοι ἄγον[τ]ε[ς],
καὶ Ἀγχόηι, Σοκονῶπι, θεοῖς {α} ἁγίοισιν, ἑορτήν.
πυθομένη εὐχῶν, μελανηφόρε Ἶσι ἐλήμων,
35 καὶ ὑμεῖς, μεγάλοι τε θεο<ὶ> σύνναοι ἅμ’ αὐτῆι,
πέμψατ’ ἐμοὶ Παιᾶν’, ἀχέ[ω]ν ἰήτορα πάντω[ν].
             Ἰσίδωρος
              ἔγραψε.
IV.1 τίς τόδε ἁγνὸν ἔδειμ’ ἱερὸν Ἑρμοῦθι μεγίστηι;
ποῖς θεὸς ἐμνήσθη πανιεροῦ μακάρων;
ὡς αἰπὺν καὶ ἄδυτον ἐσημηώσατ’ Ὄλυμπον
  Δηοῖ ὑψίστηι Ἴσιδι θεσμοφόρωι,
5 καὶ Ἀγχόηι υἱῶι καὶ δαίμονι ἀγαθῶι Σοκονῶπ[ι],
  ἀθανάτοις ὅρμον εὗρε δικαιότατον.
Αἰγύπτου τινά φασι γενέσθαι θεῖον ἄνακτα,
  ὃς πάσης χώρας κύριος ἐξεφάνη
πλούσιον, εὐσεβέα, δυνάμει πάσηι τε μεγίστη̣[ι],
10   ὃς κλέος καὶ ἀρετὴν ἔσχεν ἰσουράνιον.
τούτωι γὰρ καὶ γαῖα ὑπήκοος ἦν τε θάλασ[σ]α
  καὶ ποταμῶν πάντων νάματα καλλιρρόων,
καὶ πνοιαὶ ἀνέμων καὶ ἥλιος, ὃς γλυκὺ φέγγος
  ἀντέλλων φαίνει πᾶσιν ἀριπρεπέως.
15 καὶ πτηνῶν τε γένη ὁμοθυμαδὸν ἔκλυεν αὐτο[ῦ]
  καὶ τάδ’ ἐπιστέλλων πάντα ἐπήκοα ἦν.
δῆλον τοῦτ’ ἐστίν ὅτι ὄρνεα ἔκλυεν αὐτοῦ,
  ὡς οἱ τῶν ἱερῶν γράμμ’ ἀναλεξάμενοι
φάσκουσίν ποτε τοῦτον ἐπ̣ιστείλαντα κορώνην,
20   σύν τε ἐπιστολίωι ἦλθε φέρουσα φάσιν·
οὐ γὰρ ἔην βροτὸς ἀνήρ, οὐδ’ ἐκ βρότου ᾖεν ἄνα[κτος],
  ἀλλὰ θεοῦ μεγάλου ἔκγονος ἀενάου,
Σούχου παγκράτορος μεγάλου μεγάλου τε μεγίστου,
  δαίμονος τοῦ ἀγαθοῦ υἱὸς ἄναξ ἐφάνη.
25 μητροπάτωρ τούτου δ’ ἐστὶν ζωῆς ὁ μερ[ιστής],
 Ἄμμων, ὃς καὶ Ζεὺς Ἑλλάδος ἠδ’ Ἀσίας.
τοὔνεκα καὶ τῶι πάντα ἐπήκοα, ὅσσ’ ἐπὶ γαίηι
  ἑρπετὰ καὶ πτηνῶν οὐρανίων τε γένη.
οὔνομα δ’ ἦν ποταπὸν τούτωι; καὶ τίς τόδ’ ἔθηκε
30   κοίρανος ἢ βασιλεὺς ἠὲ τίς ἀθανάτων;
ὁ θρέψας Σεσοῶσις, ὃς οὐρανοῦ ἕσπερ’ ἀφεῖκται,
  οὔνομ’ ἔθηκε καλὸν ἡλίου εὐφεγγέος.
ἑρμηνευσάμενοι δ’ Αἰγύπτιοι οὔνομα τούτου
  Π̣ορραμάνρην κλῄζουσι, τὸν μέγαν ἀθάνατον.
35 θαῦμα δὲ καὶ παράδοξον ἐγὼν ἐσάκο[υ]σα παρ’ ἄλλων,
  ὡς ἔπλει ἐν ὄρει ἄξοσι καὶ ἱστίωι.
ἀσφαλέως δὲ μαθών τε παρ’ ἀνδρῶν τῶν ἱστορούντῶν
  ταῦτα καὶ αὐτὸς ἐγὼ πάντ’ ἀναγραψάμενος
ἡρμήνηυσ’ Ἕλλησι θεοῦ δύναμίν τε ἄνακτος,
40   ὡς βροτὸς οὐδέτερος ἔσχεν ἴσην δύναμιν.
              Ἰσίδωρος
               ἔγραψε.
Search Help
Contact Us