[ ]
Eg. — Narmouthis (Medinet Mādi) — 1st c. BC? — SEG 8.548/51
| I.1 | πλουτοδότι βασίλεια θεῶν, Ἑρμοῦθι ἄνασσα, |
| παντοκράτειρα, τύχη ἀγαθή, μεγαλώνυμε Ἶσι, | |
| Δηοῖ ὑψίστη, ζωῆς εὑρέτρια πάσης, | |
| παντοίων ἔργων ἐμέλησέ σοι, ὄφρ’ ἀναδοίης | |
| 5 | ἀνθρώποισι βίον τε καὶ εὐνομίην τε ἅπασι, |
| καὶ θεσμοὺς κατέδειξας, ἵν’ εὐδικίη τις ὑπάρχῃ, | |
| καὶ τέχνας ἀνέδωκας, ἵν’ εὐσχήμων βίος εἴη, | |
| καὶ πάντων τε φύσιν εὐανθέα εὕρεο καρπῶν. | |
| σοῦ τε χάριν συνέστηχ’ ὁ πόλος καὶ γαῖα ἅπασα | |
| 10 | καὶ πνοιαὶ ἀνέμων καὶ ἥλιος ὁ γλυκυφεγγής. |
| σῆι δυνάμει Νείλου ποταμοὶ πληροῦνται ἅπαντες, | |
| ὥρηι ὀπωρινῆι, καὶ λαβρότατον χεῖθ’ ὕδωρ | |
| γαῖαν πᾶσαν ἔπι, ἵν’ ἀνέγλιπος καρπὸς ὑπάρχῃ. | |
| ὅσσοι δὲ ζώουσι βροτοὶ ἐπ’ ἀπείρονι γαίηι, | |
| 15 | Θρᾷκες καὶ Ἕλληνες, καὶ ὅσσοι βάρβαροί εἰσι, |
| οὔνομά σου τὸ καλόν, πολυτίμητον παρὰ πᾶσι, | |
| φωναῖσι φράζουσ’ ἰδίαις, ἰδίαι ἐνὶ πάτρηι. | |
| Ἀστάρτην Ἄρτεμίν σε Σύροι κλῄζουσι Ναναίαν | |
| καὶ Λυκίων ἔθνη Λητοῦν καλέουσιν ἄνασσαν, | |
| 20 | μητέρα δὴ κλῄζουσι θεῶν καὶ Θρήϊκες ἄνδρες, |
| Ἕλληνες δ’ Ἥρην μεγαλόθρονον ἠδ’ Ἀφροδίτην, | |
| καὶ Ἑστίαν ἀγαθήν, καὶ Ῥεῖαν, καὶ Δήμητρα, | |
| Αἰγύπτιοι δὲ Θιοῦιν, ὅτι μούνη εἶ σὺ ἅπασαι | |
| αἱ ὑπὸ τῶν ἐθνῶν ὀνομαζόμεναι θεαὶ ἄλλαι. | |
| 25 | δεσπότι, οὐ λήξω μεγάλην δύναμίν σου ἀείδων, |
| σώτειρ’ ἀθανάτη, πολυώνυμε, Ἶσι μεγίστη, | |
| ἐκ πολέμου ῥυμένη τε πόλεις, πάντας τε πολίτας, | |
| αὐτοὺς καὶ ἀλόχους καὶ κτήματα καὶ φίλα τέκνα. | |
| ὅσσοι δ’ ἐμ μοίραις θανάτου συνέχονται ἐν εἱρκτῆι, | |
| 30 | καὶ ὅσοι ἀγρυπνίαις μεγάλαις ὀχλοῦντ’ ὀδυνηραῖς, |
| καὶ οἱ ἐν ἀλλοτρίηι χώρηι πλανοώμενοι ἄνδρες, | |
| καὶ ὅσοι ἐμ πελάγει μεγάλωι χειμῶνι πλέουσι | |
| ἀνδρῶν ὀλλυμένων νηῶν κατὰ ἀγνυμενάων, | |
| σώζονθ’ οὗτοι ἅπαντες, ἐπευξάμενοί σε παρεῖναι. | |
| 35 | κλῦθι ἐμῶν εὐχῶν, μεγαλοσθενὲς οὔνομ’ ἔχουσα, |
| εὐείλατος ἐμοί τε γείνου, λύπης μ’ ἀνάπαυσον ἁπάσης. | |
| Ἰσίδωρος | |
| ἔγραψε. | |
| II.1 | χαῖρε, Τύχη Ἀγαθή, μεγαλώνυμε Ἶσι μεγίστη, |
| Ἑρμοῦθι· ἐπί σοι πᾶσα γέγηθε πόλις, | |
| ζωῆς καὶ καρπῶν εὑρέτρια, οἷσί τε πάντες | |
| τέρπονταί τε βροτοὶ σῶν χαρίτων ἕνεκα. | |
| 5 | ὅσσοι σοὶ εὔχονται ἐπ’ ἐμπορίην τε παρεῖναι, |
| πλουτοῦσ’ εὐσεβέες εἰς τὸν ἅπαντα χρόνον· | |
| καὶ ὅσοι ἐν νούσοις θανατώδεσι μοίρῃ ἔχονται, | |
| σοὶ εὐξάμενοι ταχέως {σ} ἧς ζωῆς ἔτυχον. | |
| ὡς ἐτύμως ὁ ἀγαθὸς δαίμων, Σοκονῶπις κραταιός, | |
| 10 | σύνναος ναίει, πλουτοδότης ἀγαθός, |
| κτίστης καὶ γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος | |
| καὶ ποταμῶν πάντων κὠκυτάτων τε ῥοῶν, | |
| καὶ Ἀγχόης ὁ σὸς υἱός, ὃς οὐρανοῦ αἰθέρα ναίε[ι], | |
| ἥλιος ἀντέλλων ἐσθ’, ὃς ἔδειξε τὸ φῶς. | |
| 15 | ὅσσοι δὴ ἐθέλουσι γονὴν παίδων τε ποιῆσαι, |
| εὐξάμενοι ὑμῖν εὐτεκνίης ἔτυχον. | |
| Νεῖλον χρυσορρόαν πείθουσ’ ἀνάγεις κατὰ [ὥρας] | |
| Αἰγύπτου ἐπὶ γ̣ῆν ἀνδράσιν εὐτερπίην. | |
| εὐανθεῖ τότε καρπὸς ἅπας καὶ πᾶσι μερίζ[ει], | |
| 20 | οἷσι θέλεις, ζωὴν παντοδαπῶν ἀγαθῶν. |
| σῶν δώρων μνησθέντες, ὅσοις πλοῦτόν τ’ ἀνέδωκας | |
| καὶ χάριτας μεγάλας σάς τε ἔχειν δι’ ὅλου, | |
| τούτων σοι μοῖραν δεκάτην ἀπένειμαν <ἅ>παντες, | |
| χαίροντες κατ’ ἔτος σῆι τε πανηγυρίηι, | |
| 25 | εἶτα ἐδωρήσω περιτελλομένου ἐνιαυτοῦ |
| αὐτοῖς μηνὶ Παχὼν πᾶσιν ἐς εὐφροσύνην. | |
| τερφθέντες δ’ εἰς οἶκόν τε πανηγυρίσαντες ἔβησαν | |
| εὐφήμως, πλήρεις τῆς παρὰ σοῦ τε τρυφῆς. | |
| σ̣ῶν δώρων κἀμοὶ μετάδος, Ἑρμοῦθι ἄνασσα, | |
| 30 | σῶι ἱκέτηι, ὄλβον καὶ ἅμα εὐτεκνίην. |
| Ἰσίδωρος | |
| ἔγραψε. | |
| εὐχῶν ἠδ’ ὕμνων τε θεοὶ κλύοντες ἐμεῖο, | |
| ἀνταπέδωκαν ἐμοὶ εὐθυμίαν χάριτα. | |
| 35 | |
| III.1 | ὑψίστων μεδέουσα θεῶν, Ἑρμοῦθι ἄνασσα, |
| Ἶσι ἁγνή, ἁγία, μεγάλη, μεγαλώνυμε Δηοῖ, | |
| σεμνοτάτη δώτειρ’ ἀγαθῶν μερόπεσσι ἅπασι, | |
| εὐσεβέσιν μεγάλας χάριτας καὶ πλοῦτον ἔδωκας, | |
| 5 | καὶ ζωὴν γλυκερήν τε ἔχειν καὶ τέρψιν ἀρίστην, |
| ὄλβον, εὐτυχίην καὶ σωφροσύνην τε ἄλυπον. | |
| ὅσσοι δὲ ζώουσι μακάρτατοι, ἄνδρες ἄριστοι, | |
| σκαπτροφόροι βασιλεῖς τε καὶ ὅσσοι κ̣οίρανοί̣ εἰσι, | |
| οὗτοί σοι ἐπέχοντες ἀν<ά>σσουσ’ ἄχρι τε γήρω[ς], | |
| 10 | λαμπρὸν καὶ λιπαρὸν καταλείποντες πολὺν ὄ[λβον] |
| υἱάσι θ’ υἱωνοῖσι καὶ ἀνδράσι τοῖσι μεταῦ[τις]. | |
| ὃν δέ κε φίλτατον ἔσκε ἀνάκτων ἡ βασίλε[ια], | |
| οὗτος καὶ Ἀσίας τε καὶ Εὐρώπης τε ἀν[ά]σσει, | |
| εἰρήνη<ν> τε ἄγων, καρποὶ βρίθουσιν ἐ̣π’ αὐτῶι | |
| 15 | παντοίων ἀγαθῶν, καρπόν τε φέροντες ἄρ[ισ]τ̣[ον]. |
| ὅππου δὴ πόλεμοί τε ἀνδροκτασίαι τε μάλιστ[α], | |
| μυριάδων ὄχλων τε τὸ σὸν σθένος, ἡ δύνα[μίς σου], | |
| πλῆθος ἀπημαύρωσ’, ὀλίγοισι δὲ θάρσος ἔ[δωκε]. | |
| κλῦθι ἐμοῦ, ἀγαθή τε τύχη, ἱκέτου σου, ἄνασσ[α], | |
| 20 | ἤ που ἐς Λιβύην ἢ ἐς Νότον ἀμφιβέβηκα[ς], |
| ἢ Βορέου πέρατα ναίεις ἡδυπνόου αἰεί, | |
| ἢ Εὔρου πνωιάς, ὅθι ἀντολαὶ ἠελίοιο, | |
| ἢ καὶ Ὄλυμπον ἵκανες ὅπου <οὐ>ρανίων[ες ἐν]ε[ισίν(?)], | |
| ἢ καὶ ἐν οὐρανῶι ὕψι μετ’ ἀθανάτοισι δικάζεις, | |
| 25 | ἢ καὶ ἠελίου ὠκυδρόμου ἅρματα βᾶσα, |
| κόσμον ἅπαν διάγουσα, κατοπτεύουσα ἅπαντα | |
| ἔργ’ ἀνδρῶν ἀσεβῶν τε καὶ εὐσεβέων καθορῶσα, | |
| εἰ δὲ καὶ ὧδε πάρει, ἰδίαν ἀρετὴν ἐφορῶσα, | |
| τερπομένη θύμασιν, λοιβαῖσί τε ἠδὲ θυηλαῖ[ς], | |
| 30 | ἀνδρῶν ναιόντων Σούχου νομὸν Ἀρσινοειτῶν |
| παμφύλων ἐθνῶν, ὅσσοι κατ’ ἔτος τε πάρεισι | |
| εἰκάδι μηνὶ Παχὼν καὶ Θωὺθ δεκάτην σοι ἄγον[τ]ε[ς], | |
| καὶ Ἀγχόηι, Σοκονῶπι, θεοῖς {α} ἁγίοισιν, ἑορτήν. | |
| πυθομένη εὐχῶν, μελανηφόρε Ἶσι ἐλήμων, | |
| 35 | καὶ ὑμεῖς, μεγάλοι τε θεο<ὶ> σύνναοι ἅμ’ αὐτῆι, |
| πέμψατ’ ἐμοὶ Παιᾶν’, ἀχέ[ω]ν ἰήτορα πάντω[ν]. | |
| Ἰσίδωρος | |
| ἔγραψε. | |
| IV.1 | τίς τόδε ἁγνὸν ἔδειμ’ ἱερὸν Ἑρμοῦθι μεγίστηι; |
| ποῖς θεὸς ἐμνήσθη πανιεροῦ μακάρων; | |
| ὡς αἰπὺν καὶ ἄδυτον ἐσημηώσατ’ Ὄλυμπον | |
| Δηοῖ ὑψίστηι Ἴσιδι θεσμοφόρωι, | |
| 5 | καὶ Ἀγχόηι υἱῶι καὶ δαίμονι ἀγαθῶι Σοκονῶπ[ι], |
| ἀθανάτοις ὅρμον εὗρε δικαιότατον. | |
| Αἰγύπτου τινά φασι γενέσθαι θεῖον ἄνακτα, | |
| ὃς πάσης χώρας κύριος ἐξεφάνη | |
| πλούσιον, εὐσεβέα, δυνάμει πάσηι τε μεγίστη̣[ι], | |
| 10 | ὃς κλέος καὶ ἀρετὴν ἔσχεν ἰσουράνιον. |
| τούτωι γὰρ καὶ γαῖα ὑπήκοος ἦν τε θάλασ[σ]α | |
| καὶ ποταμῶν πάντων νάματα καλλιρρόων, | |
| καὶ πνοιαὶ ἀνέμων καὶ ἥλιος, ὃς γλυκὺ φέγγος | |
| ἀντέλλων φαίνει πᾶσιν ἀριπρεπέως. | |
| 15 | καὶ πτηνῶν τε γένη ὁμοθυμαδὸν ἔκλυεν αὐτο[ῦ] |
| καὶ τάδ’ ἐπιστέλλων πάντα ἐπήκοα ἦν. | |
| δῆλον τοῦτ’ ἐστίν ὅτι ὄρνεα ἔκλυεν αὐτοῦ, | |
| ὡς οἱ τῶν ἱερῶν γράμμ’ ἀναλεξάμενοι | |
| φάσκουσίν ποτε τοῦτον ἐπ̣ιστείλαντα κορώνην, | |
| 20 | σύν τε ἐπιστολίωι ἦλθε φέρουσα φάσιν· |
| οὐ γὰρ ἔην βροτὸς ἀνήρ, οὐδ’ ἐκ βρότου ᾖεν ἄνα[κτος], | |
| ἀλλὰ θεοῦ μεγάλου ἔκγονος ἀενάου, | |
| Σούχου παγκράτορος μεγάλου μεγάλου τε μεγίστου, | |
| δαίμονος τοῦ ἀγαθοῦ υἱὸς ἄναξ ἐφάνη. | |
| 25 | μητροπάτωρ τούτου δ’ ἐστὶν ζωῆς ὁ μερ[ιστής], |
| Ἄμμων, ὃς καὶ Ζεὺς Ἑλλάδος ἠδ’ Ἀσίας. | |
| τοὔνεκα καὶ τῶι πάντα ἐπήκοα, ὅσσ’ ἐπὶ γαίηι | |
| ἑρπετὰ καὶ πτηνῶν οὐρανίων τε γένη. | |
| οὔνομα δ’ ἦν ποταπὸν τούτωι; καὶ τίς τόδ’ ἔθηκε | |
| 30 | κοίρανος ἢ βασιλεὺς ἠὲ τίς ἀθανάτων; |
| ὁ θρέψας Σεσοῶσις, ὃς οὐρανοῦ ἕσπερ’ ἀφεῖκται, | |
| οὔνομ’ ἔθηκε καλὸν ἡλίου εὐφεγγέος. | |
| ἑρμηνευσάμενοι δ’ Αἰγύπτιοι οὔνομα τούτου | |
| Π̣ορραμάνρην κλῄζουσι, τὸν μέγαν ἀθάνατον. | |
| 35 | θαῦμα δὲ καὶ παράδοξον ἐγὼν ἐσάκο[υ]σα παρ’ ἄλλων, |
| ὡς ἔπλει ἐν ὄρει ἄξοσι καὶ ἱστίωι. | |
| ἀσφαλέως δὲ μαθών τε παρ’ ἀνδρῶν τῶν ἱστορούντῶν | |
| ταῦτα καὶ αὐτὸς ἐγὼ πάντ’ ἀναγραψάμενος | |
| ἡρμήνηυσ’ Ἕλλησι θεοῦ δύναμίν τε ἄνακτος, | |
| 40 | ὡς βροτὸς οὐδέτερος ἔσχεν ἴσην δύναμιν. |
| Ἰσίδωρος | |
| ἔγραψε. |