[ ] Nub. — Talmis (Kalabsha) — end 1st-3rd c. AD — SB 4127
1 ἀκτινοβόλε δέσποτα,
Μανδοῦλι, Τιτάν, Μακαρεῦ,
σημῖά σού τινα λαμπρὰ θεάμενος
ἐπενόησα καὶ ἐπολυπράγμοσα ἀσφαλῶς
5 ἰδέναι θέλων εἰ σὺ ἶ ὁ ἥλιος· ἀλότριον
ἐμαυτὸν ἐποιησάμην πάσης κακείας
καὶ πάσ[ης ἀθε]ό<τη>τος καὶ ἁγνεύσας ἐς πολὺν
χρόν[ον τῇδε τῇ νυκ]τὶ θείας εὐσεβίας ἵνεκ[εν]
ἐπε[κοιμήθην] καὶ ἐνθεασάμενος ἀνέ[γνων].
10 Νεύω[ν γὰρ κατ]έδειξάς μοι σεαυτὸν ἐν τῷ
χρυσῷ [ῥοὶ τὸ σ]κάφος δι[απε]ρῶντα τὸν
οὐράνι[ον πό]λον· καὶ ϹΤΟΠΙ․Α̣․․Ν δέμματα
κατὰ δεινὸν νυκτιδρόμον ․․ΝΑΑ․ΠΙΑΤΟΝ ποιησάμενος
ΕΝΩ καὶ ἁγίῳ τῷ τῆς ἀθανασίας ὕδατι λουσάμενος
15 φαι[νῃ ὡς παιδί]ον· ἦλθες, κατὰ καιρὸν ἀνατολὰς
ποιο[ύμενος], εἰς τὸν σὸν σηκόν, ξοάνῳ τε σῷ καὶ ναῷ ἔμπνοιαν
παρέχων καὶ δύναμιν μεγάλην· ἔνθα σε ἔγνων, Μανδοῦλι,
ἥλιον τὸν παντεπόπτην δεσπότην, ἁπάντων βασιλέα,
Αἰῶνα παντοκράτορα· ὦ τῶν εὐτυχεστάτων λαῶν τῶν κατοικούντων,
20 ἣν ὁ ἥλιος Μανδοῦλις ἀγαπᾷ, τὴν ἱερὰν Τάλμιν, ἥτις ἐστὶν ὑπὸ
τὰ σκᾶ[πτρα τῆς εὐε]θείρας μυριωνύμου Ἴσιδος.
Search Help
Contact Us