[ ]
Nub. — Talmis (Kalabsha) — end 1st-3rd c. AD — SB 4127
| 1 | ἀκτινοβόλε δέσποτα, |
| Μανδοῦλι, Τιτάν, Μακαρεῦ, | |
| σημῖά σού τινα λαμπρὰ θεάμενος | |
| ἐπενόησα καὶ ἐπολυπράγμοσα ἀσφαλῶς | |
| 5 | ἰδέναι θέλων εἰ σὺ ἶ ὁ ἥλιος· ἀλότριον |
| ἐμαυτὸν ἐποιησάμην πάσης κακείας | |
| καὶ πάσ[ης ἀθε]ό<τη>τος καὶ ἁγνεύσας ἐς πολὺν | |
| χρόν[ον τῇδε τῇ νυκ]τὶ θείας εὐσεβίας ἵνεκ[εν] | |
| ἐπε[κοιμήθην] καὶ ἐνθεασάμενος ἀνέ[γνων]. | |
| 10 | Νεύω[ν γὰρ κατ]έδειξάς μοι σεαυτὸν ἐν τῷ |
| χρυσῷ [ῥοὶ τὸ σ]κάφος δι[απε]ρῶντα τὸν | |
| οὐράνι[ον πό]λον· καὶ ϹΤΟΠΙ․Α̣․․Ν δέμματα | |
| κατὰ δεινὸν νυκτιδρόμον ․․ΝΑΑ․ΠΙΑΤΟΝ ποιησάμενος | |
| ΕΝΩ καὶ ἁγίῳ τῷ τῆς ἀθανασίας ὕδατι λουσάμενος | |
| 15 | φαι[νῃ ὡς παιδί]ον· ἦλθες, κατὰ καιρὸν ἀνατολὰς |
| ποιο[ύμενος], εἰς τὸν σὸν σηκόν, ξοάνῳ τε σῷ καὶ ναῷ ἔμπνοιαν | |
| παρέχων καὶ δύναμιν μεγάλην· ἔνθα σε ἔγνων, Μανδοῦλι, | |
| ἥλιον τὸν παντεπόπτην δεσπότην, ἁπάντων βασιλέα, | |
| Αἰῶνα παντοκράτορα· ὦ τῶν εὐτυχεστάτων λαῶν τῶν κατοικούντων, | |
| 20 | ἣν ὁ ἥλιος Μανδοῦλις ἀγαπᾷ, τὴν ἱερὰν Τάλμιν, ἥτις ἐστὶν ὑπὸ |
| τὰ σκᾶ[πτρα τῆς εὐε]θείρας μυριωνύμου Ἴσιδος. |