[ ]
Eg. — El Gīza: Sphinx — 1st/2nd c. AD? — SEG 8.528
| 1 | — — — — — — — — — — — — — — — — — — — — — — — — — |
| ὤλετο καὶ Θήβης τείχεα μουσόθ[ε]τα· | |
| τοῦτο δὲ τεῖχος ἐμὸν πολέμοισι μὲν οὐχὶ μέμ[η]λ̣εν, | |
| οὐδ’ οἶδεν δηΐων ἔργα τε καὶ σ̣[τ]οναχάς, | |
| 5 | αἰεὶ δ’ εἰλαπίναισι καὶ εὐχω̣λ̣αῖσι̣ τ̣[έθ]ηλεν |
| ἠιθέων τε χοροῖς παντόθ[ε]ν ἀγρομένοις· | |
| αὐλῶν, οὐ σάλπιγγος ἀκο̣ύομεν, αἵματ[ι] δὲ χθὼν | |
| ταύρων, οὐκ ἀνδρῶν δεύε̣τ’ ἐναιρομέ[ν]ων· | |
| ἵμασι δ’ ἀνθ’ ὅπλων κοσμούμεθα, ἐν δ’ ἄρ[α] χειρὶ | |
| 10 | [ο]ὐ ξίφος, ἀλλὰ κύλιξ δαιτ̣ὸς ὀχεῖθ’ ἑτά[ρη]· |
| [π]αννύχιοι δ’ ὑμνοῦμεν ὑπ’ αἰ[θ]ομένοις [ἱερο]ῖσι | |
| Ἅ̣ρμαχιν στεφάνοις κρᾶτα πυ[κ]ασσάμενο[ι]. |